previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοσαῦτα Δάμις διαλεχθῆναί φησιν αὐτοὺς ὑπὲρ ἀνδρὸς δικαίου, καὶ τὸν Ἀπολλώνιον ξυμφῆσαι τῷ λόγῳ, τοῖς γὰρ ὑγιῶς λεγομένοις ξυμβαίνειν. φιλοσοφήσαντες δὲ καὶ περὶ ψυχῆς, ὡς ἀθάνατος εἴη, καὶ περὶ φύσεως παραπλήσια ταῖς Πλάτωνος ἐν Τιμαίῳ δόξαις, περί τε τῶν παρ᾽ Ἕλλησι νόμων πλείω διαλεχθέντεςἐμοὶεἶπεν Ἀπολλώνιος δεῦρο ὁδὸς ὑμῶν τε ἕωεκα καὶ τῶν τοῦ Νείλου πηγῶν ἐγένετο, ἃς μέχρι μὲν Αἰγύπτου προελθόντι ξυγγνώμη ἀγνοῆσαι, προχωρήσαντι δὲ ἐπ᾽ Αἰθιοπίαν, ὃν ἐγὼ τρόπον, κἂν ὄνειδος φέροι τὸ παρελθεῖν αὐτὰς καὶ μὴ ἀρύσασθαί τινας αὐτῶν λόγους.’ ‘ἴθι χαίρωνἔφηκαὶ τι σοι φίλον, εὔχου ταῖς πηγαῖς, θεῖαι γάρ. ἡγεμόνα δὲ οἶμαι ποιήσῃ τὸν πάλαι Ναυκρατίτην, νῦν δὲ Μεμφίτην, Τιμασίωνα, τῶν τε γὰρ πηγῶν ἐθὰς οὗτος καὶ οὕτω τι καθαρός, ὡς μὴ δεῖσθαι τοῦ ῥαίνεσθαι. σοὶ δέ, Νεῖλε, βουλόμεθα ἐφ᾽ ἑαυτῶν διαλεχθῆναί τι.’ μὲν δὴ νοῦς τῶν λόγων οὐκ ἀφανὴς ἦν τῷ Ἀπολλωνίῳ, ξυνίει γὰρ αὐτῶν δυσχερῶς διακειμένων, ἐπειδὴ ἤρα αὐτοῦ Νεῖλος, ἐξιστάμενος δὲ αὐτοῖς τῆς διαλέξεως [p. 239] ἀπῄει συσκευασόμενος, ὡς ἐξελῶν ἅμα τῇ ἕῳ, μετ᾽ οὐ πολὺ δὲ ἥκων Νεῖλος, ἀπήγγειλε μὲν οὐδὲν ὧν ἤκουσεν, ἐφ᾽ ἑαυτοῦ δὲ θαμὰ ἐγέλα: ἠρώτα δ᾽ οὐδεὶς ὑπὲρ τοῦ γέλωτος, ἀλλ᾽ ἐφείδοντο τοῦ ἀπορρήτου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: