previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ ταῦτα Θεσπεσίων ὥσπερ μεθιστάμενος τουτουὶ τοῦ λόγου ἤρετο τὸν Ἀπολλώνιον περὶ τῆς Λακωνικῆς μάστιγος καὶ εἰ δημοσίᾳ οἱ Λακεδαιμόνιοι παίονται: ‘τὰς ἐξ ἀνθρώπων γε,’ εἶπεν Θεσπεσίων, αὐτοὶ μάλιστα οἱ ἐλευθέριοι τε καὶ εὐδόκιμοι.’ ‘τοὺς δὲ οἰκέτας ἀδικοῦντας τίἔφηἐργάζονται;’ οὐκέτ᾽ ἀποκτείνουσιν, εἶπενὡς ξυνεχώρει ποτὲ Λυκοῦργος, ἀλλ᾽ αὐτὴ καὶ ἐπ᾽ ἐκείνους μάστιξ.’ ‘ δὲ Ἑλλὰς πῶςἔφηπερὶ αὐτῶν γιγνώσκει;’ ‘ξυνίασιν,’ εἶπενὥσπερ ἐς τὰ Ὑακίνθια καὶ τὰς Γυμνοπαιδιάς, θεασόμενοι ξὺν ἡδονῇ τε καὶ ὁρμῇ πάσῃ.’ ‘εἶτ᾽ οὐκ αἰσχύνονταιἔφηοἱ χρηστοὶ Ἕλληνες τοὺς αὑτῶν ποτε ἄρξαντας ὁρῶντες μαστιγουμένους ἐς τὸ κοινόν, ἀρχθέντες ὑπ᾽ ἀνθρώπων, οἳ μαστιγοῦνται δημοσίᾳ; σὺ δὲ πῶς οὐ διωρθώσω ταῦτα; φασὶ γάρ σε καὶ Λακεδαιμονίων ἐπιμεληθῆναι.’ ‘ γεεἶπεδυνατὸν διορθοῦσθαι, ξυνεβούλευον μὲν ἐγώ, προθύμως δ᾽ ἐκεῖνοι ἔπραττον, ἐλευθεριώτατοι μὲν γὰρ τῶν Ἑλλήνων εἰσί, [p. 233] μόνοι δ᾽ ὑπήκοοι τοῦ εὖ ξυμβουλεύοντος, τὸ δὲ τῶν μαστίγων ἔθος τῇ Ἀρτέμιδι τῇ ἀπὸ Σκυθῶν δρᾶται χρησμῶν, φασιν, ἐξηγουμένων ταῦτα: θεοῖς δ᾽ ἀντινομεῖν μανία, οἶμαι.’ ‘οὐ σοφούς, Ἀπολλώνιε,’ ἔφητοὺς τῶν Ἑλλήνων θεοὺς εἴρηκας, εἰ μαστίγων ἐγίγνοντο ξύμβουλοι τοῖς τὴν ἐλευθερίαν ἀσκοῦσιν.’ ‘οὐ μαστίγων,’ εἶπενἀλλὰ τοῦ αἵματι ἀνθρώπων τὸν βωμὸν ῥαίνειν, ἐπειδὴ καὶ παρὰ Σκύθαις τούτων ἠξιοῦτο, σοφισάμενοι δὲ οἱ Λακεδαιμόνιοι τὸ ἀπαραίτητον τῆς θυσίας ἐπὶ τὸν τῆς καρτερίας ἀγῶνα ἥκουσιν, ἀφ᾽ ἧς ἐστι μήτε ἀποθνήσκειν καὶ ἀπάρχεσθαι τῇ θεῷ τοῦ σφῶν αἵματος.’ ‘διὰ τί οὖνἔφητοὺς ξένους οὐ καταθύουσι τῇ Ἀρτέμιδι, καθάπερ ἐδικαίουν ποτὲ οἱ Σκύθαι;’ ‘ὅτιεἶπενοὐδενὶ Ἑλλήνων πρὸς τρόπου βάρβαρα ἐξασκεῖν ἤθη.’ ‘καὶ μὴν καὶ φιλανθρωπότεροι ἐδόκουν ἂν ἕνα που καὶ δύο θύοντες ξενηλασίᾳ χρώμενοι ἐς πάντας.’ ‘μὴ καθαπτώμεθα,’ εἶπεν Θεσπεσίων, τοῦ Λυκούργου, χρὴ γὰρ ξυνιέναι τοῦ ἀνδρὸς καὶ ὅτι τὸ μὴ ἐνδιατρίβειν ἐᾶν τοὺς ξένους οὐκ ἀμιξίας αὐτῷ νοῦν εἶχεν, ἀλλὰ τοῦ ὑγιαίνειν τὰς ἐπιτηδεύσεις μὴ ἐνομιλούντων τῇ Σπάρτῃ τῶν ἔξωθεν.’ ‘ἐγὼ δὲ ἄνδραςἔφηΣπαρτιάτας ἡγούμην ἄν, οἷοι δοκεῖν ἀξιοῦσιν, εἰ συνδιαιτώμενοι τοῖς ξένοις μὴ μεθίσταντο τῶν οἴκοι, οὐ γὰρ τῷ ἀπόντων, ἀλλὰ καὶ τῷ παρόντων ὁμοίους ὁρᾶσθαι ἔδει, οἶμαι, τὰς ἀρετὰς κτᾶσθαι. οἱ δὲ καίτοι ξενηλασίαις χρώμενοι διεφθάρησαν τὰς ἐπιτηδεύσεις καὶ οἷς μάλιστα τῶν Ἑλλήνων ἀπήχθοντο, τούτοις ὅμοια πράττειν ἔδοξαν. τὰ γοῦν περὶ τὴν θάλατταν καὶ αἱ μετὰ ταῦτα ἐπιτάξεις τῶν φόρων ἀττικώτερον αὐτοῖς ἐβουλεύθη, καὶ ὑπὲρ ὧν πολεμητέα πρὸς Ἀθηναίους [p. 234] ᾤοντο αὐτοῖς εἶναι, ταῦτ᾽ ἐς τὸ καὶ αὐτοὶ δρᾶν κατέστησαν τὰ μὲν πολέμια τοὺς Ἀθηναίους νικῶντες, ὧν δὲ ἐκείνοις ἐπιτηδεύειν ἔδοξεν ἡττώμενοι. καὶ αὐτὸ δὲ τὸ τὴν ἐκ Ταύρων τε καὶ Σκυθῶν ἐσάγεσθαι δαίμονα ξένα ἦν νομιζόντων. εἰ δὲ χρησμῶν ταῦτα, τί ἔδει μάστιγος; τί δὲ καρτερίαν ἀνδραποδώδη πλάττεσθαι; λακωνικώτερον πρὸς θανάτου ῥώμην ἐκεῖνο ἦν, οἶμαι, Σπαρτιάτην ἔφηβον ἑκόντα ἐπὶ τοῦ βωμοῦ θύεσθαι. τουτὶ γὰρ ῾ἂν᾽ τὴν μὲν Σπάρτην εὐψυχοτέρους ἐδείκνυε, τὴν δὲ Ἑλλάδα ἀπῆγε τοῦ μὴ ἐς ἀντίπαλα αὐτοῖς ἀντικαθίστασθαι. εἰ δὲ ἐς τὰ πολέμια φείδεσθαι τῶν νέων εἰκὸς ἦν, ἀλλ᾽ γε νόμος παρὰ Σκύθαις ἐπὶ τοῖς ἑξηκοντούταις κείμενος οἰκειότερος ἦν Λακεδαιμονίοις ἐπιτηδεύειν Σκύθαις, εἰ τὸν θάνατον ἀτεχνῶς, ἀλλὰ μὴ κόμπου ἕνεκα ἐπαινοῦσι. ταῦτα οὐ πρὸς Λακεδαιμονίους εἴρηταί μοι, πρὸς δὲ σέ, Ἀπολλώνιε: εἰ γὰρ τὰ παλαιὰ νόμιμα καὶ πολιώτερα γιγνώσκειν αὐτὰ πικρῶς ἐξετάζοιμεν ἐς ἔλεγχον καθιστάμενοι τοῦ θείου, διότι αὐτοῖς χαίρουσι, πολλοὶ καὶ ἄτοποι λόγοι τῆς τοιᾶσδε φιλοσοφίας ἀναφύσονται, καὶ γὰρ ἂν καὶ τῆς Ἐλευσῖνι τελετῆς ἐπιλαβοίμεθα, διότι τό, ἀλλὰ μὴ τό, καὶ ὧν Σαμόθρᾳκες τελοῦσιν, ἐπεὶ μὴ τὸ δεῖνα, τὸ δεῖνα δὲ αὐτοῖς δρᾶται, καὶ Διονυσίων καὶ φαλλοῦ καὶ τοῦ ἐν Κυλλήνῃ εἴδους καὶ οὐκ ἂν φθάνοιμεν συκοφαντοῦντες πάντα. ἴωμεν οὖν ἐφ᾽ τι βούλει ἕτερον, τιμῶντες καὶ τὸν Πυθαγόρου λόγον ἡμεδαπὸν ὄντα: καλὸν γάρ, εἰ καὶ μὴ περὶ πάντων, ἀλλ᾽ ὑπέρ γε τῶν τοιούτων σιωπᾶν.’ ὑπολαβὼν δ᾽ Ἀπολλώνιοςεἰ σπουδάσαι,’ εἶπεν Θεσπεσίων, ἐβούλου τὸν λόγον, πολλὰ ἄν σοι καὶ γενναῖα ἔδοξεν Λακεδαίμων λέγειν ὑπὲρ [p. 235] ὧν ὑγιῶς τε καὶ παρὰ πάντας ἐπιτηδεύει τοὺς Ἕλληνας, ἐπεὶ δὲ οὕτως ἀποσπουδάζεις αὐτόν, ὡς μηδὲ ὅσιον ἡγεῖσθαι τὸ ὑπὲρ τοιούτων λέγειν, ἴωμεν ἐφ᾽ ἕτερον λόγον πολλοῦ ἄξιον, ὡς ἐμαυτὸν πείθω: περὶ δικαιοσύνης γάρ τι ἐρήσομαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: