previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀφικόμενος γὰρ ἐπὶ τὰ Αἰθιόπων τε καὶ Αἰγυπτίων ὅρια, Συκάμινον δὲ αὐτὰ ὀνομάζουσι, χρυσῷ τε ἀσήμῳ ἐνέτυχε καὶ λίνῳ καὶ ἐλέφαντι καὶ ῥίζαις καὶ μύρῳ καὶ ἀρώμασιν, ἔκειτο δὲ πάντα ἀφύλακτα ἐν ὁδῷ σχιστῇ: καὶ τι βούλεται ταῦτα, ἐγὼ δηλώσω, νομίζεται γὰρ καὶ ἐς ἡμᾶς ἔτι: ἀγορὰν Αἰθίοπες ἀπάγουσιν, ὧν Αἰθιοπία δίδωσιν, οἱ δ᾽ ἀνελόμενοι πᾶσαν ξυμφέρουσιν ἐς τὸν αὐτὸν χῶρον ἀγορὰν Αἰγυπτίαν ἴσου ἀξίαν ὠνούμενοι τῶν αὐτοῖς ὄντων τὰ οὐκ ὄντα. οἱ δὲ τὰ ὅρια τῶν ἠπείρων οἰκοῦντες οὔπω μέλανες, ἀλλὰ ὁμόφυλοι τὸ χρῶμα, μελαίνονται γὰρ οἱ μὲν ἧττον Αἰθιόπων, οἱ δὲ μᾶλλον Αἰγυπτίων. ξυνεὶς οὖν Ἀπολλώνιος τοῦ τῆς ἀγορᾶς ἤθουςοἱ δὲ χρηστοὶἔφηἝλληνες, ἢν μὴ ὀβολὸς ὀβολὸν τέκῃ καὶ τὰ ὤνια αὑτοῖς ἐπιτιμήσωσι καπηλεύοντες καθειργνύντες, οὔ φασι ζῆν μὲν θυγατέρα σκηπτόμενος ἐν ὥρᾳ γάμων, δ᾽ υἱὸν ἤδη τελοῦντα ἐς ἄνδρας, δ᾽ ἐράνου πλήρωσιν, δ᾽, ὡς οἰκοδομοῖτο οἰκίαν, δέ, ὡς αἰσχύνοιτο χρηματιστὴς ἥττων τοῦ πατρὸς δόξαι. καλῶς δ᾽ ἄρ᾽ εἶχεν, ἵνα πλοῦτος ἀτίμως ἔπραττεν ἰσότης τε ἤνθει,

μέλας δ᾽ ἀπέκειτο σίδηρος,
ὁμονοούντων τῶν ἀνθρώπων, καὶ γῆ πᾶσα ἐδόκει μία.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: