previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐρώτα,’ ἔφασανἕπεται γάρ που ἐρωτήσει λόγος.’ καὶ Ἀπολλώνιοςπερὶ θεῶνεἶπενὑμᾶς ἐρήσομαι πρῶτον, τί μαθόντες ἄτοπα καὶ γελοῖα θεῶν εἴδη παραδεδώκατε τοῖς δεῦρο ἀνθρώποις πλὴν ὀλίγων: ὀλίγων γάρ; πάνυ μέντοι ὀλίγων, σοφῶς καὶ θεοειδῶς ἵδρυται, τὰ λοιπὰ δ᾽ ὑμῶν ἱερὰ ζῴων ἀλόγων καὶ ἀδόξων τιμαὶ μᾶλλον θεῶν φαίνονται.’ δυσχεράνας δὲ Θεσπεσίωντὰ δὲ παρ᾽ ὑμῖνεἶπενἀγάλματα πῶς ἱδρῦσθαι φήσεις;’ ‘ὥς γεἔφηκάλλιστόν τε καὶ θεοφιλέστατον δημιουργεῖν θεούς.’ ‘τὸν Δία που λέγειςεἶπετὸν ἐν τῇ Ὀλυμπίᾳ καὶ τὸ τῆς Ἀθηνᾶς ἕδος καὶ τὸ τῆς Κνιδίας τε καὶ τὸ τῆς Ἀργείας καὶ ὁπόσα ὧδε καλὰ καὶ μεστὰ ὥρας.’ ‘οὐ μόνονἔφηταῦτα, ἀλλὰ καὶ καθάπαξ τὴν μὲν παρὰ τοῖς ἄλλοις ἀγαλματοποιίαν ἅπτεσθαί φημι τοῦ προσήκοντος, ὑμᾶς δὲ καταγελᾶν τοῦ θείου μᾶλλον νομίζειν αὐτό.’ ‘οἱ Φειδίαι δὲεἶπε:‘καὶ οἱ Πραξιτέλεις μῶν ἀνελθόντες ἐς οὐρανὸν καὶ ἀπομαξάμενοι τὰ τῶν θεῶν εἴδη τέχνην αὐτὰ ἐποιοῦντο, ἕτερόν τι ἦν, ἐφίστη αὐτοὺς τῷ πλάττειν;’ ‘ἕτερονἔφηκαὶ μεστόν γε σοφίας πρᾶγμα.’ ‘ποῖον;’ εἶπεν [p. 231]οὐ γὰρ ἄν τι παρὰ τὴν μίμησιν εἴποις.’ ‘φαντασίαἔφηταῦτα εἰργάσατο σοφωτέρα μιμήσεως δημιουργός: μίμησις μὲν γὰρ δημιουργήσει, εἶδεν, φαντασία δὲ καὶ μὴ εἶδεν, ὑποθήσεται γὰρ αὐτὸ πρὸς τὴν ἀναφορὰν τοῦ ὄντος, καὶ μίμησιν μὲν πολλάκις ἐκκρούει ἔκπληξις, φαντασίαν δὲ οὐδέν, χωρεῖ γὰρ ἀνέκπληκτος πρὸς αὐτὴ ὑπέθετο. δεῖ δέ που Διὸς μὲν ἐνθυμηθέντα εἶδος ὁρᾶν αὐτὸν ξὺν οὐρανῷ καὶ ὥραις καὶ ἄστροις, ὥσπερ Φειδίας τότε ὥρμησεν, Ἀθηνᾶν δὲ δημιουργήσειν μέλλοντα στρατόπεδα ἐννοεῖν καὶ μῆτιν καὶ τέχνας καὶ ὡς Διὸς αὐτοῦ ἀνέθορεν. εἰ δὲ ἱέρακα γλαῦκα λύκον κύνα ἐργασάμενος ἐς τὰ ἱερὰ φέροις ἀντὶ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς καὶ Ἀπόλλωνος, τὰ μὲν θηρία καὶ τὰ ὄρνεα ζηλωτὰ δόξει τῶν εἰκόνων, οἱ δὲ θεοὶ παραπολὺ τῆς αὑτῶν δόξης ἑστήξουσιν.’ ‘ἔοικαςεἶπενἀβασανίστως ἐξετάζειν τὰ ἡμέτερα: σοφὸν γάρ, εἴπερ τι Αἰγυπτίων, καὶ τὸ μὴ θρασύνεσθαι ἐς τὰ τῶν θεῶν εἴδη, ξυμβολικὰ δὲ αὐτὰ ποιεῖσθαι καὶ ὑπονοούμενα, καὶ γὰρ ἂν καὶ σεμνότερα οὕτω φαίνοιτο.’ γελάσας οὖν Ἀπολλώνιος ἄνθρωποι,’ ἔφημεγάλα ὑμῖν ἀπολέλαυται τῆς Αἰγυπτίων τε καὶ Αἰθιόπων σοφίας, εἰ σεμνότερον ὑμῶν καὶ θεοειδέστερον κύων δόξει καὶ ἶβις καὶ τράγος, ταῦτα γὰρ Θεσπεσίωνος ἀκούω τοῦ σοφοῦ. σεμνὸν δὲ δὴ ἔμφοβον τί ἐν τούτοις; τοὺς γὰρ ἐπιόρκους καὶ τοὺς ἱεροσύλους καὶ τὰ βωμολόχα ἔθνη καταφρονεῖν τῶν τοιούτων ἱερῶν εἰκὸς μᾶλλον δεδιέναι αὐτά, εἰ δὲ σεμνότερα ταῦτα ὑπονοούμενα, πολλῷ σεμνότερον ἂν ἔπραττον οἱ θεοὶ κατ᾽ Αἴγυπτον, εἰ μὴ ἵδρυτό τι αὐτῶν ἄγαλμα, ἀλλ᾽ ἕτερον τρόπον σοφώτερόν τε καὶ ἀπορρητότερον τῇ θεολογίᾳ ἐχρῆσθε: ἦν γάρ [p. 232] που νεὼς μὲν αὐτοῖς ἐξοικοδομῆσαι καὶ βωμοὺς ὁρίζειν καὶ χρὴ θύειν καὶ μὴ χρὴ καὶ ὁπηνίκα καὶ ἐφ᾽ ὅσον καὶ τι λέγοντας δρῶντας, ἄγαλμα δὲ μὴ ἐσφέρειν, ἀλλὰ τὰ εἴδη τῶν θεῶν καταλείπειν τοῖς τὰ ἱερὰ ἐσφοιτῶσιν, ἀναγράφει γάρ τι γνώμη καὶ ἀνατυποῦται δημιουργίας κρεῖττον, ὑμεῖς δὲ ἀφῄρησθε τοὺς θεοὺς καὶ τὸ ὁρᾶσθαι καλῶς καὶ τὸ ὑπονοεῖσθαι.’ πρὸς ταῦτα Θεσπεσίων, ‘ἐγένετό τιςἔφηΣωκράτης Ἀθηναῖος ἀνόητος, ὥσπερ ἡμεῖς, γέρων, ὃς τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον θεούς τε ἡγεῖτο καὶ ὤμνυ.’ ‘οὐκ ἀνόητος,’ εἶπενἀλλὰ θεῖος καὶ ἀτεχνῶς σοφός, ὤμνυ γὰρ ταῦτα οὐχ᾽ ὡς θεούς, ἀλλ᾽ ἵνα μὴ θεοὺς ὀμνύοι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: