Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὧδε διαλεχθέντες καί τινων Ἰνδικῶν μνημονεύσαντες ἐκάθευδον ἐν τῇ πόᾳ, ἅμα δὲ τῇ ἡμέρᾳ προσευξάμενοι τὰ εἰωθότα εἵποντο τῷ Νείλῳ παρὰ τὸν [p. 230] Θεσπεσίωνα αὐτοὺς ἄγοντι: προσειπόντες οὖν ἀλλήλους καὶ ξυνιζήσαντες ἐν τῷ ἄλσει διαλέξεως ἥπτοντο, ἦρχε δ᾽ αὐτῆς ὁ Ἀπολλώνιος: ‘ὡς μὲν γὰρ πολλοῦ’ ἔφη ‘ἄξιον τὸ μὴ κρύπτειν σοφίαν, δηλοῦσιν οἱ χθὲς λόγοι: διδαξαμένων γάρ με Ἰνδῶν, ὁπόσα τῆς ἐκείνων σοφίας ᾤμην προσήκειν ἐμοί, μέμνημαί τε τῶν ἐμαυτοῦ διδασκάλων καὶ περίειμι διδάσκων, ἃ ἐκείνων ἤκουσα, καὶ ὑμῖν δ᾽ ἂν ἐν κέρδει γενοίμην, εἴ με καὶ τὴν ὑμετέραν σοφίαν εἰδότα πέμποιτε, οὐ γὰρ ἂν παυσαίμην Ἕλλησί τε διιὼν τὰ ὑμέτερα καὶ Ἰνδοῖς γράφων.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.