previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα εἰπόντος ἐστράφησαν ἐς τὸν Ἀπολλώνιον πάντες, οἱ μὲν ἀμφ᾽ αὐτόν, ὡς ἀντιλέξοι, γιγνώσκοντες, οἱ δὲ ἀμφὶ τὸν Θεσπεσίωνα θαυμάζοντες, τι ἀντερεῖ. δὲ ἐπαινέσας αὐτὸν τῆς εὐροίας καὶ τοῦ τόνουμή τιἔφηπροστίθης;’ ‘μὰ Δί᾽,’ εἶπενεἴρηκα γάρ.’ τοῦ δ᾽ αὖ ἐρομένουμὴ τῶν ἄλλων τις Αἰγυπτίων;’ ‘πάντωνἔφηδἰ ἐμοῦ ἤκουσας.’ ἐπισχὼν οὖν ὀλίγον καὶ τοὺς ὀφθαλμοὺς ἐρείσας ἐς τὰ εἰρημένα οὑτωσὶ ἔλεξεν: ‘ μὲν Ἡρακλέους αἵρεσις, ἥν φησι Πρόδικος ἐν ἐφήβῳ ἑλέσθαι αὐτόν, ὑγιῶς τε ὑμῖν λέλεκται καὶ κατὰ τὸν φιλοσοφίας νοῦν, σοφοὶ Αἰγυπτίων, προσήκει δέ μοι οὐδέν: οὔτε γὰρ ξυμβούλους ὑμάς βίου ποιησόμενος ἥκω πάλαι γε ᾑρημένος τὸν ἐμαυτῷ δόξαντα, πρεσβύτατός τε ὑμῶν πλὴν Θεσπεσίωνος ἀφιγμένος αὐτὸς ἂν μᾶλλον εἰκότως ξυνεβούλευον ὑμῖν σοφίας αἵρεσιν, εἰ μήπω ᾑρημένοις ἐνέτυχον. ὢν δ᾽ ὅμως τηλικόσδε καὶ σοφίας ἐπὶ τοσόνδε ἀφιγμένος οὐκ ὀκνήσω λογισταῖς ὑμῖν τῆς ἐμαυτοῦ βουλῆς χρήσασθαι διδάσκων, ὡς ὀρθῶς εἱλόμην ταῦτα, ὧν μήπω βελτίω ἐπὶ νοῦν ἦλθέ μοι. κατιδὼν γάρ τι ἐν Πυθαγόρου μέγα καὶ ὡς ὑπὸ σοφίας ἀρρήτου μὴ μόνον γιγνώσκοι ἑαυτόν, ὅστις εἴη, ἀλλὰ καὶ ὅστις γένοιτο, βωμῶν τε ὡς καθαρὸς ἅψαιτο καὶ ὡς ἀχράντῳ μὲν ἐμψύχου βρώσεως γαστρὶ χρήσαιτο, καθαρῷ δὲ σώματι [p. 217] πάντων ἐσθημάτων, ὁπόσα θνησειδίων ξύγκειται, γλῶττάν τε ὡς πρῶτος ἀνθρώπων ξυνέσχε βοῦν ἐπ᾽ αὐτῇ σιωπῆς εὑρὼν δόγμα, καὶ τὴν ἄλλην φιλοσοφίαν ὡς χρησμώδη καὶ ἀληθῆ κατεστήσατο, ἔδραμον ἐπὶ τὰς ἐκείνου δόξας, οὐ μίαν σοφίαν ἐκ δυοῖν ἑλόμενος, ὡς σύ, βέλτιστε Θεσπεσίων, ξυμβουλεύεις. παραστήσασα γάρ μοι φιλοσοφία τὰς ἑαυτῆς δόξας, ὁπόσαι εἰσί, περιβαλοῦσά τε αὐταῖς κόσμον, ὃς ἑκάστῃ οἰκεῖος, ἐκέλευσεν ἐς αὐτὰς βλέπειν καὶ ὑγιῶς αἱρεῖσθαι: ὥρα μὲν οὖν σεμνή τε ἁπασῶν ἦν καὶ θεία, καὶ κατέμυσεν ἄν τις πρὸς ἐνίας αὐτῶν ὑπ᾽ ἐκπλήξεως, ἐμοὶ δὲ εἱστήκει τὸ ὄμμα ἐς πάσας, καὶ γάρ με καὶ παρεθάρρυνον αὐταὶ προσαγόμεναί τε καὶ προκηρύττουσαι, ὁπόσα δώσουσιν, ἐπεὶ δ᾽ μέν τις αὐτῶν οὐδὲν μοχθήσαντι πολὺν ἐπαντλήσειν ἔφασκεν ἡδονῶν ἐσμόν, δ᾽ αὖ μοχθήσαντα ἀναπαύσειν, δ᾽ ἐγκαταμίξειν εὐφροσύνας τῷ μόχθῳ, πανταχοῦ δὲ ἡδοναὶ διεφαίνοντο καὶ ἄνετοι μὲν ἡνίαι γαστρός, ἑτοίμη δὲ χεὶρ ἐς πλοῦτον, χαλινὸς δὲ οὐδεὶς ὀμμάτων, ἀλλ᾽ ἔρωτές τε καὶ ἵμεροι καὶ τὰ τοιαῦτα πάθη ξυνεχωρεῖτο, μία δὲ αὐτῶν ἴσχειν μὲν τῶν τοιούτων ἐκόμπαζε, θρασεῖα δὲ ἦν καὶ φιλολοίδορος καὶ ἀπηγκωνισμένη πάντα, εἶδον σοφίας εἶδος ἄρρητον, οὗ καὶ Πυθαγόρας ποτὲ ἡττήθη, καὶ εἱστήκει δὲ ἄρα οὐκ ἐν ταῖς πολλαῖς, ἀλλ᾽ ἀπετέτακτο αὐτῶν καὶ ἐσιώπα, ξυνεῖσα δέ, ὡς ταῖς μὲν ἄλλαις οὐ ξυντίθεμαι, τὰ δὲ ἐκείνης οὔπω οἶδαμειράκιον,’ εἶπεν, ‘ἀηδὴς ἐγὼ καὶ μεστὴ πόνων:’ εἰ γὰρ ἀφίκοιτό τις ἐς ἤθη τὰ ἐμά, τράπεζαν μέν, ὁπόση ἐμψύχων, ἀνῃρῆσθαι πᾶσαν ῾ἂν᾽ ἕλοιτο, οἴνου δὲ ἐκλελῆσθαι καὶ τὸν σοφίας μὴ ἐπιθολοῦν κρατῆρα, ὃς ἐν ταῖς ἀοίνοις ψυχαῖς ἕστηκεν, οὐδὲ χλαῖνα [p. 218] θάλψει αὐτόν, οὐδὲ ἔριον, ἀπ᾽ ἐμψύχου ἐπέχθη, ὑπόδημα δὲ αὐτοῖς βύβλου δίδωμι καὶ καθεύδειν ὡς ἔτυχε, κἂν ἀφροδισίων ἡττηθέντας αἴσθωμαι, βάραθρά ἐστί μοι, καθ᾽ ὧν σοφίας ὀπαδὸς δίκη φέρει τε αὐτοὺς καὶ ὠθεῖ, χαλεπὴ δ᾽ οὕτως ἐγὼ τοῖς τἀμὰ αἱρουμένοις, ὡς καὶ δεσμὰ γλώττης ἐπ᾽ αὐτοὺς ἔχειν. δ᾽ ἐστί σοι καρτερήσαντι ταῦτα, ἐμοῦ μάθε: σωφροσύνη μὲν καὶ δικαιοσύνη αὐτόθεν, ζηλωτὸν δὲ ἡγεῖσθαι μηδένα τυράννοις τε φοβερὸν εἶναι μᾶλλον ὑπ᾽ αὐτοῖς κεῖσθαι, θεοῖς τε ἡδίω φαίνεσθαι μικρὰ θύσαντα οἱ προχέοντες αὐτοῖς τὸ τῶν ταύρων αἷμα, καθαρῷ δὲ ὄντι σοι καὶ προγιγνώσκειν δώσω καὶ τοὺς ὀφθαλμοὺς οὕτω τι ἐμπλήσω ἀκτῖνος, ὡς διαγιγνώσκειν μὲν θεόν, γιγνώσκειν δὲ ἥρωα, σκιοειδῆ δ᾽ ἐλέγχειν φαντάσματα, ὅτε ψεύδοιντο εἴδη ἀνθρώπων.’ ἥδε μοι βίου αἵρεσις, σοφοὶ Αἰγυπτίων, ἣν ὑγιῶς τε καὶ κατὰ τὸν Πυθαγόραν ἑλόμενος οὔτε ἐψευσάμην οὔτε ἐψεύσθην, ἐγενόμην μὲν γὰρ χρὴ τὸν φιλοσοφήσαντα, φιλοσοφοῦντι δὲ ὁπόσα δώσειν ἔφη, πάντ᾽ ἔχω. ἐφιλοσόφησα γὰρ ὑπὲρ γενέσεως τῆς τέχνης καὶ ὁπόθεν αὐτῆς αἱ ἀρχαί, καί μοι ἔδοξεν ἀνδρῶν εἶναι περιττῶν τὰ θεῖα ψυχήν τε ἄριστα ἐσκεμμένων, ἧς τὸ ἀθάνατόν τε καὶ ἀγέννητον πηγαὶ γενέσεως. Ἀθηναίοις μὲν οὖν οὐ πάνυ προσήκων ἐφαίνετό μοι ὅδε λόγος, τὸν γὰρ Πλάτωνος λόγον, ὃν θεσπεσίως ἐκεῖ καὶ πανσόφως ὑπὲρ ψυχῆς ἀνεφθέγξατο, αὐτοὶ διέβαλλον ἐναντίας ταύτῃ καὶ οὐκ ἀληθεῖς δόξας ὑπὲρ ψυχῆς προσέμενοι, ἔδει δὲ σκοπεῖν, τίς μὲν εἴη πόλις, ποίων δὲ ἀνδρῶν ἔθνος, παρ᾽ οἷς οὐχ μέν τίς, δὲ οὔ, πᾶσα δὲ ἡλικία ταὐτὸν ὑπὲρ ψυχῆς φθέγγοιτο κἀγὼ μὲν νεότητός τε οὕτως ἀγούσης καὶ τοῦ μήπω [p. 219] ξυνιέναι πρὸς ὑμᾶς ἔβλεψα, ἐπειδὴ πλεῖστα ἐλέγεσθε ὑπερφυῶς εἰδέναι, καὶ πρὸς τὸν διδάσκαλον τὸν ἐμαυτοῦ διῄειν ταῦτα, δὲ ἐφιστάς μεεἰ τῶν ἐρώντωνεἶπενἐτύγχανες ὢν τὴν ἡλικίαν ἐχόντων τοῦ ἐρᾶν, εἶτα μειρακίῳ καλῷ ἐντυχὼν καὶ ἀγασθεὶς αὐτὸ τῆς ὥρας σὺ δὲ καὶ ὅτου εἴη παῖς ἐζήτεις, ἦν δὲ μὲν ἱπποτρόφου καὶ στρατηγοῦ πατρὸς καὶ χορηγοὶ οἱ πάπποι, σὺ δ᾽ αὐτὸν τριηράρχου τινὸς φυλάρχου ἐκάλεις, ἆρά γ᾽ ἂν οἴει προσάγεσθαι τὰ παιδικὰ τούτοις, κἂν ἀηδὴς δόξαι μὴ πατρόθεν ὀνομάζων τὸ μειράκιον, ἀλλ᾽ ἀπ᾽ ἐκφύλου σπορᾶς καὶ νόθου; σοφίας οὖν ἐρῶν, ἣν Ἰνδοὶ εὗρον, οὐκ ἀπὸ τῶν φύσει πατέρων ὀνομάζεις αὐτήν, ἀλλ᾽ ἀπὸ τῶν θέσει καὶ δίδως τι μεῖζον Αἰγυπτίοις, εἰ πάλιν αὐτοῖς, ὡς αὐτοὶ ᾄδουσι, μέλιτι ξυγκεκραμένος ἀναβαίη Νεῖλος; ταῦτά με πρὸ ὑμῶν ἐπ᾽ Ἰνδοὺς ἔτρεψεν ἐνθυμηθέντα περὶ αὐτῶν, ὡς λεπτότεροι μὲν τὴν ξύνεσιν οἱ τοιοίδε ἄνθρωποι καθαρωτέραις ὁμιλοῦντες ἀκτῖσιν, ἀληθέστεροι δὲ τὰς περὶ φύσεώς τε καὶ θεῶν δόξας, ἅτε ἀγχίθεοι καὶ πρὸς ἀρχαῖς τῆς ζῳογόνου καὶ θερμῆς οὐσίας οἰκοῦντες: ἐντυχών τε αὐτοῖς ἔπαθόν τι πρὸς τὴν ἐπαγγελίαν τῶν ἀνδρῶν, ὁποῖον λέγονται πρὸς τὴν Αἰσχύλου σοφίαν παθεῖν Ἀθηναῖοι: ποιητὴς μὲν γὰρ οὗτος τραγῳδίας ἐγένετο, τὴν τέχνην δὲ ὁρῶν ἀκατάσκευόν τε καὶ μήπω κεκοσμημένην εἰ μὲν ξυνέστειλε τοὺς χοροὺς ἀποτάδην ὄντας, τὰς τῶν ὑποκριτῶν ἀντιλέξεις εὗρε παραιτησάμενος τὸ τῶν μονῳδιῶν μῆκος, τὸ ὑπὸ σκηνῆς ἀποθνήσκειν ἐπενόησεν, ὡς μὴ ἐν φανερῷ σφάττοι, σοφίας μὲν μηδὲ ταῦτα ἀπηλλάχθω, δοκείτω δὲ κἂν ἑτέρῳ παρασχεῖν ἔννοιαν ἧττον δεξιῷ τὴν ποίησιν, δ᾽ ἐνθυμηθεὶς μὲν ἑαυτόν, ὡς ἐπάξιον [p. 220] τοῦ τραγῳδίαν ποιεῖν φθέγγοιτο, ἐνθυμηθεὶς δὲ καὶ τὴν τέχνην, ὡς προσφυᾶ τῷ μεγαλείῳ μᾶλλον τῷ καταβεβλημένῳ τε καὶ ὑπὸ πόδα, σκευοποιίας μὲν ἥψατο εἰκασμένης τοῖς τῶν ἡρώων εἴδεσιν, ὀκρίβαντος δὲ τοὺς ὑποκριτὰς ἐνεβίβασεν, ὡς ἴσα ἐκείνοις βαίνοιεν, ἐσθήμασί τε πρῶτος ἐκόσμησεν, πρόσφορον ἥρωσί τε καὶ ἡρωίσιν ἠσθῆσθαι, ὅθεν Ἀθηναῖοι πατέρα μὲν αὐτὸν τῆς τραγῳδίας ἡγοῦντο, ἐκάλουν δὲ καὶ τεθνεῶτα ἐς Διονύσια, τὰ γὰρ τοῦ Αἰσχύλου ψηφισαμένων ἀνεδιδάσκετο καὶ ἐνίκα ἐκ καινῆς: καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου Ἰνδοί, οὐκ ἐς βραχὺν χρόνον χάρις, ἀλλ᾽ ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ᾽ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν: ὡς δὲ ἐν δίκῃ μὲν ἠγάσθην αὐτούς, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν: εἶδον ἄνδρας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ᾽ αὐτῆς καὶ ἀτειχίστως τετειχισμένους καὶ οὐδὲν κεκτημένους τὰ πάντων. εἰ δ᾽ αἰνιγμάτων ἅπτομαι, σοφία Πυθαγόρου ξυγχωρεῖ ταῦτα, παρέδωκε γὰρ καὶ τὸ αἰνίττειν διδάσκαλον εὑρὼν σιωπῆς λόγον: σοφίας δὲ ταύτης ἐγένεσθε μὲν καὶ αὐτοὶ Πυθαγόρᾳ ξύμβουλοι χρόνον, ὃν τὰ Ἰνδῶν ἐπῃνεῖτε, Ἰνδοὶ τὸ ἀρχαῖον πάλαι ὄντες: ἐπεὶ δ᾽ αἰδοῖ τοῦ λόγου, δι᾽ ὃν ἐκ μηνιμάτων τῆς γῆς ἀφίκεσθε δεῦρο, ἕτεροι μᾶλλον ἐβούλεσθε δοκεῖν Αἰθίοπες οἱ ἀπὸ Ἰνδῶν ἥκοντες, πάντα ὑμῖν ἐς τοῦτο ἐδρᾶτο: ὅθεν [p. 221] ἐγυμνώθητε μὲν σκευῆς, ὁπόση ἐκεῖθεν, ὥσπερ ξυναποδυόμενοι τὸ Αἰθίοπες εἶναι, θεοὺς δὲ θεραπεύειν ἐψηφίσασθε τὸν Αἰγύπτιον μᾶλλον τὸν ὑμέτερον τρόπον, ἐς λόγους τε οὐκ ἐπιτηδείους ὑπὲρ Ἰνδῶν κατέστητε, ὥσπερ οὐκ αὐτοὶ διαβεβλημένοι τῷ ἀφ᾽ οἵων διαβεβλῆσθαι ἥκειν, καὶ οὐδὲ μετερρύθμισθέ πώ γε τοῦτο, οἳ καὶ τήμερον ἐπίδειξιν αὐτοῦ πεποίησθε φιλολοίδορόν τε καὶ ἰαμβώδη, χρηστὸν οὐδὲν ἐπιτηδεύειν Ἰνδοὺς φάσκοντες, ἀλλ᾽ ἐκπλήξεις καὶ ἀγωγάς, καὶ τὰς μὲν ὀφθαλμῶν, τὰς δὲ ὤτων, σοφίαν δὲ οὔπω ἐμὴν εἰδότες ἀναίσθητοι φαίνεσθε τῆς ἐπ᾽ αὐτῇ δόξης, ἐγὼ δ᾽ ὑπὲρ ἐμαυτοῦ μὲν λέξω οὐδέν, εἴην γάρ, με Ἰνδοὶ ἡγοῦνται, Ἰνδῶν δὲ οὐ ξυγχωρῶ ἅπτεσθαι. ἀλλ᾽ εἰ μέν τις ὑγιῶς καὶ ὑμᾶς ἔχει σοφία Ἱμεραίου ἀνδρός, ὃς ᾄδων ἐς τὴν Ἑλένην ἐναντίον τῷ προτέρῳ λόγῳ παλινῳδίαν αὐτὸν ἐκάλεσεν οὐκ ἔστιν ἔτυμος λόγος οὗτος ἤδη καὶ αὐτοὺς ὥρα λέγειν, ἀμείνω τῆς νῦν παρεστηκυίας μεταλαβόντας περὶ αὐτῶν δόξαν. εἰ δὲ καὶ ἄμουσοι πρὸς παλινῳδίαν ὑμεῖς, ἀλλὰ φείδεσθαί γε χρὴ ἀνδρῶν, οὓς ἀξιοῦντες θεοὶ τῶν αὐτοῖς ὄντων οὐδὲ ἑαυτοὺς ἀπαξιοῦσιν ὧν ἐκεῖνοι πέπανται. διῆλθές τινα, Θεσπεσίων, καὶ περὶ τῆς Πυθοῦς λόγον ὡς ἁπλῶς τε καὶ ἀκατασκεύως χρώσης, καὶ παράδειγμα ἐγένετό σοι τοῦ λόγου νεὼς κηροῦ καὶ πτερῶν ξυντεθείς: ἐμοὶ δὲ ἀκατάσκευα μὲν δοκεῖ οὐδὲ ταῦτα, τὸ γὰρ

ξυμφέρετε πτερά τ᾽ οἰωνοὶ κηρόν τε μέλιτται
κατασκευαζομένου ἦν οἶκον καὶ οἴκου σχῆμα, δ᾽, οἶμαι, μικρὰ ταῦτα ἡγούμενος καὶ τῆς ἑαυτοῦ σοφίας ἥττω καὶ ἄλλου ἐδεήθη νεὼ καὶ ἄλλου καὶ μεγάλων ἤδη καὶ ἑκατομπέδων, ἑνὸς δὲ αὐτῶν καὶ [p. 222] χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπεχούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκα, καὶ οὔτ᾽ ἀγαλματοποιίαν ἀπήλασεν ἀπάγουσαν αὐτῷ κολοσσοὺς ἐς τὸ ἱερὸν τοὺς μὲν θεῶν, τοὺς δὲ ἀνθρώπων, τοὺς δὲ ἵππων τε καὶ ταύρων καὶ ἑτέρων ζῴων οὔτε Γλαῦκον μετὰ τοῦ ὑποκρατηριδίου ἥκοντα, οὔτε τὴν ἁλισκομένην Ἰλίου ἀκρόπολιν, ἣν Πολύγνωτος ἐκεῖ γράφει. οὐ γὰρ δὴ τὸν χρυσόν γε τὸν Λύδιον καλλώπισμα τῆς Πυθοῦς ἡγεῖτο, ἀλλ᾽ ἐκεῖνον μὲν ὑπὲρ τῶν Ἑλλήνων ἐσήγετο ἐνδεικνύμενος, οἶμαι, αὐτοῖς τὸν τῶν βαρβάρων πλοῦτον, ἵνα γλίχοιντο ἐκείνου μᾶλλον τοῦ διαπορθεῖν τὰ ἀλλήλων, τὸν δὲ δὴ Ἕλληνά τε καὶ προσφυᾶ τῇ ἑαυτοῦ σοφίᾳ τρόπον κατεσκευάζετο καὶ ἠγλάιζε τούτῳ τὴν Πυθώ. ἡγοῦμαι δὲ αὐτὸν κόσμου ἕνεκα καὶ ἐς μέτρα ἐμβιβάζειν τοὺς χρησμούς. εἰ γὰρ μὴ τοῦτο ἐπεδείκνυτο, τοιάσδε ἂν τὰς ἀποκρίσεις ἐποιεῖτο: δρᾶ τὸ δεῖνα μὴ δρᾶ, καὶ ἴθι μὴ ἴθι, καὶ ποιοῦ ξυμμάχους μὴ ποιοῦ, βραχέα γάρ που ταῦτα, , ὥς φατε ὑμεῖς, γυμνά, δ᾽ ἵνα μεγαλορρήμων τε φαίνοιτο καὶ ἡδίων τοῖς ἐρωτῶσι, ποιητικὴν ἡρμόσατο, καὶ οὐκ ἀξιοῖ εἶναι, τι μὴ οἶδεν, ἀλλὰ καὶ τὴν ψάμμον εἰδέναι φησίν, ὁπόση, ἀριθμήσας αὐτήν, καὶ τὰ τῆς θαλάττης μέτρα ξυνειληφέναι πάντα. καὶ ταῦτα τερατολογίᾳ προσγράφεις, ἐπειδὴ σοβαρῶς αὐτὰ Ἀπόλλων καὶ ξὺν φρονήματι ὀρθῷ φράζει; εἰ δὲ μὴ ἀχθέσῃ, Θεσπεσίων, τῷ λόγῳ, γρᾶες ἀνημμέναι κόσκινα φοιτῶσιν ἐπὶ ποιμένας, ὅτε δὲ καὶ βουκόλους, ἰώμεναι τὰ νοσοῦντα τῶν θρεμμάτων μαντικῇ, ὥς φασιν, ἀξιοῦσι δὲ σοφαὶ ὀνομάζεσθαι καὶ σοφώτεραι οἱ ἀτεχνῶς μάντεις: τοῦτό μοι καὶ ὑμεῖς [p. 223] παρὰ τὴν Ἰνδῶν σοφίαν φαίνεσθε, οἱ μὲν γὰρ θεῖοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν, ὑμεῖς δέἀλλ᾽ οὐδὲν εἰρήσεται περαιτέρω, εὐφημία γὰρ φίλη μὲν ἐμοί, φίλη δὲ Ἰνδοῖς, ἣν ἀσπαζοίμην ὡς ὀπαδὸν ἅμα καὶ ἡγεμόνα τῆς γλώττης, τὰ μὲν ἐμαυτῷ δυνατὰ θηρεύων ξὺν ἐπαίνῳ τε αὐτῶν καὶ ἔρωτι, τι δὲ μὴ ἐφικτὸν εἴη μοι, καταλείπων αὐτὸ ἄχραντον ψόγου. σὺ δὲ Ὁμήρου μὲν ἐν Κυκλωπίᾳ ἀκούων, ὡς γῆ τοὺς ἀγριωτάτους καὶ ἀνομωτάτους ἄσπορος καὶ ἀνήροτος ἑστιᾷ, χαίρεις τῷ λόγῳ, κἂν Ἠδωνοί τινες Λυδοὶ βακχεύωσιν, οὐκ ἀπιστεῖς, ὡς γάλακτος αὐτοῖς καὶ οἴνου πηγὰς δώσει καὶ ποτιεῖ τούτους, τοὺς δὲ σοφίας ἁπάσης βάκχους ἀφαιρήσῃ δῶρα αὐτόματα παρὰ τῆς γῆς ἥκοντα; τρίποδες δὲ αὐτόματοι καὶ ἐς τὰ ξυμπόσια τῶν θεῶν φοιτῶσι, καὶ Ἄρης ἀμαθής περ ὢν καὶ ἐχθρὸς οὔπω τὸν Ἥφαιστον ἐπ᾽ αὐτοῖς γέγραπται, οὐδ᾽ ἔστιν, ὡς ἤκουσάν ποτε οἱ θεοὶ τοιαύτης γραφῆς: ἀδικεῖς, Ἥφαιστε, κοσμῶν τὸ ξυμπόσιον τῶν θεῶν καὶ περιιστὰς αὐτῷ θαύματα, οὐδὲ ἐπὶ ταῖς δμωαῖς αἰτίαν ποτὲ ἔσχε ταῖς χρυσαῖς ὡς παραφθείρων τὰς ὕλας, ἐπειδὴ τὸν χρυσὸν ἔμπνουν ἐποίει, κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα: καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ἑτέρῳ φασὶ τύφῳ. τὰ δὲ Ἡλίου τε καὶ Ἰνδῶν πάτρια καὶ ὅπῃ χαίρει θεραπευόμενος ἐχέτω τὸν αὐτῶν νόμον, θεοὶ μὲν γὰρ χθόνιοι βόθρους ἀσπάσονται καὶ τὰ ἐν κοίλῃ τῇ γῇ δρώμενα, Ἡλίου δὲ ἀὴρ ὄχημα, καὶ δεῖ τοὺς προσφόρως [p. 224] ᾀσομένους αὐτὸν ἀπὸ γῆς αἴρεσθαι καὶ ξυμμετεωροπολεῖν τῷ θεῷ: τοῦτο δὲ βούλονται μὲν πάντες, δύνανται δὲ Ἰνδοὶ μόνοι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: