Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φασὶ δὲ καὶ τὸν ποταμὸν ἀναπλῶσαι τὸν Βαῖτιν, ὃς δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν: ἐπειδὰν γὰρ πλημμύρῃ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποταμὸς παλίρρους ἵεται πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θαλάττης. τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί, πόλεών τε γὰρ εὖ ἔχειν καὶ νομῶν καὶ διῆχθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι καὶ ὡρῶν, οἷαι τῆς Ἀττικῆς αἱ μετοπώριναί τε καὶ μυστηριώτιδες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.