previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἱκανῶς δὲ ἔχων τῶν περὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο ἐς Αἴγυπτόν τε καὶ ἐς Αἰθιοπίαν ἐς ξυνουσίαν τῶν Γυμνῶν. τὸν μὲν δὴ Μένιππον, ἐπειδὴ τῶν διαλεγομένων ἤδη ἐτύγχανε καὶ παρρησίᾳ χρῆσθαι [p. 203] δεινὸς ἦν, κατέλιπεν αὐτόθι ἔφεδρον τῷ Εὐφράτῃ, καὶ τὸν Διοσκουρίδην ἰδὼν οὐκ ἐρρωμένως πρὸς τὴν ἀποδημίαν διακείμενον παρῃτήσατο τῆς ὁδοῦ, τοὺς δὲ λοιποὺς ξυναγαγών, μετὰ γὰρ τοὺς ἀπολιπόντας αὐτὸν περὶ τὴν Ἀρικίαν προσεγένοντο πλείους ἕτεροι, διῄει πρὸς αὐτοὺς περὶ τῆς ἀποδημίας ἐνθένδε ἀρξάμενος: ‘Ὀλυμπικῆς προρρήσεωςἔφηδέομαι πρὸς ὑμᾶς, ἄνδρες: Ὀλυμπικὴ δὲ πρόρρησις τοιάδε εἴη ἄν: Ἠλεῖοι τοὺς ἀθλητάς, ἐπειδὰν ἥκῃ Ὀλύμπια, γυμνάζουσιν ἡμερῶν τριάκοντα ἐν αὐτῇ Ἤλιδι, καὶ ξυναγαγόντες αὐτοὺς μὲν Δελφός, ὅτε Πύθια, δὲ Κορίνθιος, ὅτε Ἴσθμια,’ ‘ἴτεφασὶνἐς τὸ στάδιον, καὶ γίγνεσθε ἄνδρες οἷοι νικᾶν,’ Ἠλεῖοι δέ, ἐπειδὰν ἴωσιν ἐς Ὀλυμπίαν, διαλέγονται πρὸς τοὺς ἀθλητὰς ὧδε: ‘εἰ πεπόνηται ὑμῖν ἐπαξίως τοῦ ἐς Ὀλυμπίαν ἐλθεῖν καὶ μηδὲν ῥᾴθυμον μηδὲ ἀγεννὲς εἴργασται, ἴτε θαρροῦντες, οἷς δὲ μὴ ὧδε ἤσκηται, χωρεῖτε οἷ βούλεσθε.’ ξυνῆκαν οἱ ὁμιληταὶ τοῦ λόγου καὶ κατέμειναν ἀμφὶ τοὺς εἴκοσι παρὰ τῷ Μενίππῳ, οἱ δὲ λοιποὶ δέκα, οἶμαι, ὄντες εὐξάμενοι τοῖς θεοῖς καὶ οἷον ἐμβατήρια πλοῦ θύσαντες ἐχώρουν εὐθὺ πυραμίδων ἐπὶ καμήλων ὀχούμενοι δεξιὸν θέμενοι τὸν Νεῖλον. πολλαχοῦ δὲ διεπλεῖτο αὐτοῖς ποταμὸς ὑπὲρ ἱστορίας τῶν ἐν αὐτῷ πάντων, οὔτε γὰρ πόλιν οὔτε ἱερὸν οὔθ᾽ ὁπόσα τεμένη κατ᾽ Αἴγυπτον, οὐδὲν τούτων ἄφωνοι παρῆλθον, ἀλλ᾽ ἱερούς τινας ἀεὶ λόγους διδασκόμενοί τε καὶ διδάσκοντες, καὶ ναῦς, ἣν ἐμβαίη Ἀπολλώνιος, ἐῴκει θεωρίδι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: