previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


θαυμάσιον Ἀπολλωνίου κἀκεῖνο ἐν Αἰγύπτῳ ἔδοξε: λέοντα ἥμερον ἀπὸ ῥυτῆρος ἦγέ τις, ὥσπερ κύνα, δὲ οὐ μόνον τὸν ἄγοντα ᾔκαλλεν, ἀλλὰ καὶ ὅστις προσέλθοι, καὶ ἤγειρε μὲν πολλαχοῦ τῶν πόλεων, παρῄει δὲ καὶ ἐς τὰ ἱερὰ ὑπὸ τοῦ καθαρὸς εἶναι: οὐδὲ γὰρ τὸ τῶν θυομένων αἷμα ἀνελιχμᾶτο, οὐδ᾽ ἐπὶ τὰ δερόμενά τε καὶ ῥαχιζόμενα τῶν ἱερείων ᾖττεν, ἀλλὰ μελιττούταις διήγετο καὶ ἄρτοις καὶ τραγήμασι καὶ κρεῶν τοῖς ἑφθοῖς, ἐντυχεῖν δὲ ἦν αὐτῷ καὶ οἶνον πίνοντι μὴ μεθισταμένῳ τοῦ ἤθους. προσελθὼν δὲ τῷ Ἀπολλωνίῳ καθημένῳ ἐς τὸ ἱερὸν τοῖς τε γόνασιν αὐτοῦ προσεκνυζᾶτο καὶ ἐλιπάρει παρὰ πάντας ἀνθρώπους, ὡς μὲν οἱ πολλοὶ ᾤοντο, μισθοῦ ἕνεκα, δὲ Ἀπολλώνιοςδεῖταί μουἔφη λέων ἀναδιδάξαι ὑμᾶς, ὅτου ἀνθρώπου ψυχὴν ἔχει: ἔστι τοίνυν Ἄμασις οὗτος, βασιλεὺς Αἰγύπτου περὶ τὸν Σαίτην νομόν.’ ἐπεὶ δ᾽ ἤκουσεν λέων ταῦτα, ἀνεβρυχήσατο ἐλεεινὸν καὶ θρηνῶδες καὶ ὠλοφύρατο ξυνοκλάσας, δάκρυα ἱεὶς αὐτά. καταψῶν οὖν αὐτὸν Ἀπολλώνιοςδοκεῖἔφηπέμπειν τὸν λέοντα ἐς Λεοντόπολιν ἀνακεισόμενον τῷ ἱερῷ, βασιλέα γὰρ ἐς τὸ βασιλικώτατον τῶν θηρίων μεταβαλόντα οὐκ ἀξιῶ ἀγείρειν, καθάπερ τοὺς πτωχοὺς τῶν ἀνθρώπων. ἐντεῦθεν οἱ ἱερεῖς ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπ᾽ αὐτῷ ᾄδοντες.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: