previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ δὲ μὴ ἀφικέσθαι αὐτὸν παρὰ τὸν βασιλέα ἔτι, μηδὲ ξυγγενέσθαι οἱ μετὰ τὴν Αἴγυπτον καίτοι καλοῦντι καὶ πλεῖστα ὑπὲρ τούτου γράφοντι ὁπόθεν ξυνέβη, δηλῶσαι βούλομαι: Νέρων ἐλευθέραν ἀφῆκε τὴν Ἑλλάδα σωφρονέστερόν τι ἑαυτοῦ γνούς, καὶ ἐπανῆλθον αἱ πόλεις ἐς ἤθη Δωρικὰ καὶ Ἀττικὰ πάντα τε ἀνήβησε ξὺν ὁμονοίᾳ τῶν πόλεων, μηδὲ πάλαι Ἑλλὰς εἶχεν, Οὐεσπασιανὸς δὲ ἀφικόμενος ἀφείλετο αὐτὴν τοῦτο στάσεις προβαλλόμενος καὶ ἄλλα οὔπω τῆς ἐπὶ τοσόνδε ὀργῆς: ταῦτ᾽ οὖν οὐ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τῷ Ἀπολλωνίῳ πικρότερα τοῦ τῆς βασιλείας ἤθους ἔδοξεν, ὅθεν ἐπέστειλε τῷ βασιλεῖ ὧδε: Ἀπολλώνιος Οὐεσπασιανῷ βασιλεῖ χαίρειν. Ἐδουλώσω τὴν Ἐλλάδα, ὥς φασί, καὶ πλέον μὲν οἴει τι ἔχειν Ξέρξου, λέληθας δὲ ἔλαττον ἔχων Νέρωνος: Νέρων γὰρ ἔχων αὐτὸ παρῃτήσατο. ἔρρωσο. τῷ αὐτῷ. διαβεβλημένος οὕτω πρὸς Ἕλληνας, ὡς δουλοῦσθαι αὐτοὺς ἐλευθέρους ὄντας τί ἐμοῦ ξυνόντος δέῃ; ἔρρωσο. τῷ αὐτῷ. Νέρων τοὺς Ἕλληνας παίζων ἠλευθέρωσε, σὺ δὲ αὐτοὺς σπουδάζων ἐδουλώσω. ἔρρωσο. τὰ μὲν δὴ διαβάλλοντα Οὐεσπασιανὸν Ἀπολλωνίῳ τοιάδε ἐγένετο, ἀκούων δ᾽ αὐτὸν εὖ διατιθέμενον τὴν μετὰ ταῦτα ἀρχὴν πᾶσαν οὐκ ἀφανὴς ἦν χαίρων καὶ ἡγούμενος ἑαυτῷ ἀγαθὸν πράττεσθαι. [p. 202]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: