previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ ταῦτα θύσας βασιλεὺς ἐν τῷ ἱερῷ δωρεὰς ἐπήγγειλεν αὐτῷ δημοσίᾳ. δὲ ὥσπερ αἰτήσωντίνας δέ,’ εἶπεν βασιλεῦ, δωρεὰς δώσεις;’ ‘δέκαἔφηνῦν, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην τἀμὰ πάντα.’ καὶ Ἀπολλώνιοςοὐκοῦνἔφηφείδεσθαί με χρὴ τῶν σῶν ὡς ἐμῶν καὶ μὴ σπαθᾶν αὐτὰ νῦν ἀποκεισόμενά μοι ἀθρόα: ἀλλ᾽ ἐπιμελήθητι τούτων, βασιλεῦ μᾶλλον, ἐοίκασι γὰρ δεομένοις.’ ἐδείκνυε δὲ ἄρα τοὺς περὶ τὸν Εὐφράτην. μὲν δὴ βασιλεὺς ἐκέλευσεν αἰτεῖν θαρροῦντας, ἐρυθριάσας δὲ Δίωνδιάλλαξόν με, βασιλεῦ,’ εἶπεπρὸς Ἀπολλώνιον τὸν διδάσκαλον ὑπὲρ ὧν ἀντιλέγειν αὐτῷ ἔδοξα μήπω πρότερον ἀντειπὼν τῷ ἀνδρί.’ ἐπαινέσας οὖν βασιλεὺςχθὲςἔφητοῦτο ἐγὼ ᾔτησα καὶ ὑπάρχει: ἀλλ᾽ αἴτει ὑπερ δωρεᾶς.’ καὶ ΔίωνΛασθένηςἔφηἐστὶ μὲν ἐξ Ἀπαμείας τῆς ἐν τῷ Βιθυνῶν ἔθνει, ξυμφιλοσοφῶν δέ μοι χλαμύδος ἠράσθη καὶ στρατιώτου βίου: τοῦτον, ἐπειδὴ τρίβωνος πάλιν ἐρᾶν φησιν, ἄνες τῆς στρατείας, δεῖται [p. 200] δὲ αὐτὸς ταῦτα. χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται.’ ‘ἀνείσθω’, ἔφηδίδωμι δὲ αὐτῷ καὶ τὰ τῶν ἐστρατευμένων, ἐπειδὴ σοφίας ἐρᾷ καὶ σοῦ.’ καὶ μετὰ τοῦτον ἐς τὸν Εὐφράτην ἐπεστράφη, τῷ δὲ ἐπιστολὴ ξυνετέτακτο περὶ ὧν ᾔτει. τὴν μὲν δὴ ἐπιστολὴν ὤρεγεν, ὡς ἀναγνωσομένῳ καθ᾽ ἑαυτόν, βουληθεὶς δὲ βασιλεὺς παραδοῦναί τινα κατ᾽ αὐτοῦ λόγον ἀνέγνω δημοσίᾳ πᾶσιν: αἰτῶν δὲ ἐφαίνετο τὰ μὲν ἑαυτῷ, τὰ δὲ ἑτέροις, καὶ τῶν δωρεῶν αἱ μὲν χρήματα ἦσαν, αἱ δὲ ὑπὲρ χρημάτων. γελάσας οὖν Ἀπολλώνιοςεἶτα ὑπὲρ δημοκρατίαςἔφηξυνεβούλευες τοσαῦτα μέλλων αἰτήσειν βασιλέα;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: