previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄσμενος τούτων ἀκούσας βασιλεὺςεἰ τὴν ψυχὴνἔφητὴν ἐμὴν ᾤκεις, οὐκ ἂν οὕτω σαφῶς, ἐνεθυμήθην, ἀπήγγειλας: ἕπομαι δή σοι, θεῖον γὰρ ἡγοῦμαι τὸ ἐκ σοῦ πᾶν, καὶ ὁπόσα χρὴ τὸν ἀγαθὸν βασιλέα πράττειν δίδασκε.’ καὶ Ἀπολλώνιοςοὐ διδακτά μεἔφηἐρωτᾷς: βασιλεία γὰρ μέγιστον μὲν τῶν κατ᾽ ἀνθρώπους, ἀδίδακτον δέ. ὁπόσα δ᾽ οὖν μοι δοκεῖς πράττων ὑγιῶς ἂν πρᾶξαι, καὶ δὴ φράσω: πλοῦτον ἡγοῦ μὴ τὸν ἀπόθετοντί γὰρ βελτίων οὗτος τῆς ὁποθενδὴ ξυνενεχθείσης ψάμμου; — μηδὲ τὸν φοιτῶντα παρ᾽ ἀνθρώπων, οἳ τὰς ἐσφορὰς ὀλοφύρονται, κίβδηλον γὰρ χρυσὸς καὶ μέλαν, ἢν ἐκ δακρύων ἥκῃ: πλούτῳ δ᾽ ἂν ἄριστα βασιλέων χρῷο τοῖς μὲν δεομένοις ἐπαρκῶν, τοῖς δὲ πολλὰ κεκτημένοις παρέχων ἀσφαλῆ τὸν πλοῦτον. τὸ ἐξεῖναί σοι πᾶν, τι βούλει, δέδιθι, σωφρονέστερον γὰρ αὐτῷ χρήσῃ. μὴ τέμνε τῶν ἀσταχύων τοὺς ὑψηλούς τε καὶ ὑπεραίροντας, ἄδικος γὰρ τοῦ Ἀριστοτέλους λόγος, ἀλλὰ τὸ δύσνουν ἐξαίρει μᾶλλον, ὥσπερ τὰς ἀκάνθας τῶν ληίων καὶ φοβερὸς δόκει τοῖς νεώτερα πράττουσι μὴ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ᾽ ἐν τῷ τιμωρήσεσθαι. νόμος, βασιλεῦ, καὶ σοῦ ἀρχέτω: σωφρονέστερον γὰρ νομοθετήσεις, ἢν μὴ ὑπερορᾷς τῶν νόμων. θεοὺς θεράπευε μᾶλλον πρότερον: μεγάλα μὲγ γὰρ παρ᾽ αὐτῶν εἴληφας, [p. 197] ὑπὲρ μεγάλων δὲ εὔχῃ. καὶ τὰ μὲν τῇ ἀρχῇ προσήκοντα, ὡς βασιλεὺς πρᾶττε, τὰ δὲ τῷ σώματι, ὡς ἰδιώτης. περὶ δὲ κύβων καὶ μέθης καὶ ἐρώτων καὶ τοῦ διαβεβλῆσθαι πρὸς τὰ τοιαῦτα τί ἄν σοι παραινοίην, ὅν φασι μηδὲ ἐφ᾽ ἡλικίας ταῦτα ἐπαινέσαι; παῖδές εἰσί σοι, βασιλεῦ, δύο καὶ γενναῖοι, ὥς φασιν. ἄρχε τούτων μάλιστα, τὰ γὰρ ἐκείνοις ἁμαρτηθέντα σὲ δήπου διαβαλεῖ. ἔστω δέ σοι καὶ ἀπειλὴ πρὸς αὐτούς, ὡς οὐ παραδώσεις τὴν ἀρχήν σφισιν, εἰ μή που καλοί τε καὶ ἀγαθοὶ μείνωσιν, ἵνα μὴ κληρονομίαν ἡγῶνται τὴν ἀρχήν, ἀλλ᾽ ἀρετῆς ἆθλα. τὰς δὲ ἐμπολιτευομένας ἡδονὰς τῇ Ῥώμῃ, πολλαὶ δὲ αὗται, δοκεῖ μοι, βασιλεῦ, ξυμμέτρως παύειν, χαλεπὸν γὰρ μεταβαλεῖν δῆμον ἐς τὸ ἀθρόως σῶφρον, ἀλλὰ δεῖ κατ᾽ ὀλίγον ἐμποιεῖν ῥυθμὸν ταῖς γνώμαις, τὰ μὲν φανερῶς, τὰ δὲ ἀφανῶς διορθούμενον. ἀπελευθέρων τε καὶ δούλων, οὓς ἀρχή σοι δίδωσιν, ἀνέλωμεν τρυφὴν τοσούτῳ ταπεινότερον αὐτοὺς ἐθίσαντες φρονεῖν, ὅσῳ μείζονος δεσπότου εἰσίν. τί λοιπὸν ἀλλ᾽ περὶ τῶν ἡγεμόνων εἰπεῖν, οἳ ἐς τὰ ἔθνη φοιτῶσιν, οὐ περὶ ὧν αὐτὸς ἐκπέμψεις, ἀριστίνδην γάρ που τὰς ἀρχὰς δώσεις, ἀλλὰ περὶ τῶν κληρωσομένων τὸ ἄρχειν: τούτων γὰρ τοὺς μὲν προσφόρους τοῖς ἔθνεσιν, διέλαχον, φημὶ δεῖν πέμπειν, ὡς κλῆρος, ἑλληνίζοντας μὲν Ἑλληνικῶν ἄρχειν, ῥωμαΐζοντας δὲ ὁμογλώττων καὶ ξυμφώνων. ὅθεν δὲ τοῦτ᾽ ἐνεθυμήθην, λέξω: κατὰ τοὺς χρόνους, οὓς ἐν Πελοποννήσῳ διῃτώμην, ἡγεῖτο τῆς Ἑλλάδος ἄνθρωπος οὐκ εἰδὼς τὰ Ἑλλήνων, καὶ οὐδ᾽ οἱ Ἕλληνές τι ἐκείνου ξυνίεσαν: ἔσφηλεν οὖν καὶ ἐσφάλη τὰ πλεῖστα, οἱ γὰρ ξύνεδροί τε καὶ κοινωνοὶ τῆς ἐν τοῖς δικαστηρίοις γνώμης ἐκαπήλευον τὰς δίκας διαλαβόντες [p. 198] τὸν ἡγεμόνα, ὥσπερ ἀνδράποδον. ταῦτά μοι, βασιλεῦ, παρέστη τήμερον, εἰ δέ τι καὶ ἕτερον ἐπὶ νοῦν ἔλθοι, πάλιν ξυνελευσόμεθα. νυνὶ δὲ τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, μὴ ἀργότερος τοῖς ὑπηκόοις δόξῃς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: