previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σιωπὴ μὲν οὖν ἐπὶ τούτοις ἐγένετο καὶ τὸ πρόσωπον τοῦ βασιλέως ἀγῶνα ἐπεδήλου τῆς γνώμης, ἐπειδὴ πάνθ᾽ ὥσπερ αὐτοκράτωρ χρηματίζων τε καὶ πράττων ἀπάγεσθαι ἐδόκει τῆς βουλῆς ταύτης, καὶ Ἀπολλώνιοςδοκεῖτέ μοιεἶπενἁμαρτάνειν ἀναλύοντες βασιλέα περὶ πραγμάτων ἤδη βεβουλευμένων, ἐς ἀδολεσχίαν καθιστάμενοι μειρακιώδη καὶ ἀργοτέραν τοῦ καιροῦ. εἰ μὲν γὰρ ἐμοὶ κεκτημένῳ δύναμιν, ὁπόσην οὗτος, καὶ βουλευομένῳ, τί δρῴην ἂν τοὺς ἀνθρώπους ἀγαθόν, ξύμβουλοι τῶν τοιούτων ἐγίγνεσθε, προὔβαινεν ἂν λόγος ὑμῖναἱ γὰρ φιλόσοφοι γνῶμαι τοὺς φιλοσόφους τῶν ἀκροατῶν διορθοῦνταιἀνδρὶ δὲ ξυμβουλεύοντας ὑπάτῳ καὶ ἄρχειν εἰθισμένῳ, καὶ ἕτοιμον, ἐπειδὰν ἐκπέσῃ τῆς ἀρχῆς, ἀπολωλέναι, τί δεῖ ἐπιπλήττειν, εἰ μὴ [p. 194] διωθεῖται τὰ παρὰ τῆς τύχης, ἀλλὰ δέχεται μὲν αὐτὰ ἥκοντα, βουλεύεται δέ, ὅπως χρήσεται σωφρόνως οἷς ἔχει; ὥσπερ οὖν, εἰ ἀθλητὴν ὁρῶντες εὐψυχίᾳ τε κατεσκευασμένον καὶ μήκει καὶ τὴν ἁρμονίαν τοῦ σώματος ἐπιτήδειον ἐς Ὀλυμπίαν βαδίζοντα δι᾽ Ἀρκαδίας ἤδη προσελθόντες ἐπὶ μὲν τοὺς ἀντιπάλους ἐρρώννυμεν, ἐκελεύομεν δὲ αὐτόν, ἐπειδὰν νικήσῃ τὰ Ὀλύμπια, μὴ κηρύττεσθαι τῆς νίκης, μηδὲ ὑπέχειν τὴν κεφεαλὴν τῷ κοτίνῳ, ληρεῖν ἂν ἐδόξαμεν παίζειν ἐς τοὺς ἑτέρων πόνους, οὕτως ἐνθυμούμενοι τὸν ἄνδρα, καὶ ὁπόση μὲν αἰχμὴ περὶ αὐτόν, ὁπόσος δὲ χαλκὸς ἀστράπτει, πλῆθος δὲ ἵππων ὅσον, αὐτὸς δὲ ὡς γενναῖός τε καὶ σώφρων καὶ πρέπων κατασχεῖν διανοεῖται, πέμπωμεν ἐφ᾽ ὥρμηκεν αἴσια μὲν φθεγγόμενοι πρὸς αὐτόν, εὐφημότερα δὲ τούτων παρεγγυῶντες. οὔτε γὰρ ἐκεῖνο ἐνεθυμήθητε, ὅτι δυοῖν παίδοιν πατὴρ οὗτος, οἳ στρατοπέδων ἤδη ἄρχουσιν, οἷς εἰ μὴ παραδώσει τὴν ἀρχήν, ἐχθίστοις χρήσεται, καὶ τί λοιπόν, ἀλλ᾽ ἐκπεπολεμῆσθαι πρὸς τὸν ἑαυτοῦ οἶκον; τὴν δὲ ἀρχὴν ὑποδεξάμενος θεραπεύσεται μὲν ὑπὸ τῶν ἑαυτοῦ παίδων, στηρίξεται δὲ ἐπ᾽ αὐτῶν καὶ ἐπ᾽ αὐτοῦ οἱ παῖδες, δορυφόροις δὲ αὑτοῦ χρήσεται, μὰ Δί᾽, οὐ μεμισθωμένοις, οὐδ᾽ ἠναγκασμένοις, οὐδὲ πλαττομένοις εὔνουν πρόσωπον, ἀλλ᾽ ἐπιτηδειοτάτοις τε καὶ φιλτάτοις. ἐμοὶ πολιτείας μὲν οὐδεμιᾶς μέλει, ζῶ γὰρ ὑπὸ τοῖς θεοῖς, τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην οὐκ ἀξιῶ φθείρεσθαι χήτει βουκόλου δικαίου τε καὶ σώφρονος. ὥσπερ γὰρ εἷς ἀρετῇ προὔχων μεθίστησι τὴν δημοκρατίαν ἐς τὸ ἑνὸς ἀνδρὸς τοῦ ἀρίστου ἀρχὴν φαίνεσθαι, οὕτως ἑνὸς ἀρχὴ πάντα ἐς τὸ ξυμφέρον τοῦ κοινοῦ προορῶσα δῆμός ἐστιν. οὐ κατέλυσας, φησί, [p. 195] Νέρωνα. σὺ δὲ, Εὐφρᾶτα; Δίων δέ; ἐγὼ δέ; ἀλλ᾽ ὅμως οὐδεὶς ἡμῖν ἐπιπλήττει τοῦτο, οὐδ᾽ ἡγεῖται δειλούς, εἰ φιλοσόφων ἀνδρῶν μυρίας ἤδη καθελόντων τυραννίδας ἀπελείφθημεν ἡμεῖς τοῦ δόξαι ὑπὲρ ἐλευθερίας τι πράττειν. καίτοι τό γε ἐπ᾽ ἐμοὶ καὶ παρεταττόμην πρὸς Νέρωνα, πολλὰ μὲν κακοήθως διαλεχθεὶς καὶ τὸν ὠμότατον Τιγελλῖνον ἐπικόψας ἀκούοντα, δὲ περὶ τὰ ἑσπέρια τῶν χωρίων ὠφέλουν Βίνδικα, Νέρωνι δήπου ἐπετείχιζον. ἀλλ᾽ οὔτε ἐμαυτὸν διὰ ταῦτα φήσω καθῃρηκέναι τὸν τύραννον, οὔτε ὑμᾶς, ἐπεὶ μὴ ταῦτ᾽ ἐπράττετε, μαλακωτέρους ἡγήσομαι τοῦ φιλοσοφίᾳ προσήκοντος. ἀνδρὶ μὲν οὖν φιλοσόφῳ τὸ ἐπὶ νοῦν ἐλθὸν εἰρήσεται, ποιήσεται δέ, οἶμαι, λόγον τοῦ μή τι ἀνοήτως μανικῶς εἰπεῖν: ὑπάτῳ δ᾽ ἐνθυμουμένῳ καταλῦσαι τύραννον πρῶτον μὲν δεῖ βουλῆς πλείονος, ἵν᾽ ἐξ ἀφανοῦς προσβαίη τοῖς πράγμασιν, εἶτ᾽ ἐπιτηδείου σχήματος ἐς τὸ μὴ παρορκεῖν δοκεῖν. εἰ γὰρ ἐπ᾽ αὐτόν, ὃς ἀπέφηνεν αὐτὸν στρατηγὸν καὶ τὰ βέλτιστα βουλεύσειν τε καὶ πράξειν ὤμοσε, μέλλοι χρήσεσθαι τοῖς ὅπλοις, ἀπολογεῖσθαι δήπου τοῖς θεοῖς δεῖ πρότετον, ὡς ξὺν ὁσίᾳ ἐπιορκοῦντα, φίλων τε δεῖ πλειόνων, οὐ γὰρ ἀχαρακώτους γε, οὐδὲ ἀφράκτους χρὴ τὰ τοιαῦτα πράττειν, καὶ χρημάτων ὡς πλείστων, ἵν᾽ ὑποποιήσαιτο τὰς δυνάμεις καὶ ταῦτα ἐπιτιθέμενος ἀνθρώπῳ τὰ ἐν πάσῃ τῇ γῇ κεκτημένῳ. τριβὴ δὲ ὅση περὶ ταῦτα, ὅσοι δὲ χρόνοι. καὶ ταῦτα μὲν ἐκδέχεσθε, ὅπη βούλεσθε, μὴ γὰρ ἐς ἔλεγχον ἴωμεν ὧν ἐνεθυμήθη μέν, ὡς εἰκός, οὗτος, τύχη δὲ οὐδὲ ἀγωνισαμένῳ ξυνέλαβε: πρὸς δὲ ἐκεῖνο τί ἐρεῖτε; τὸν γὰρ χθὲς ἄρχοντα καὶ στεφανούμενον μὲν ὑπὸ τῶν πόλεων ἐν τοῖς δεῦρο ἱεροῖς, χρηματίζοντα δὲ [p. 196] λαμπρῶς καὶ ἀφθόνως, τοῦτον κελεύετε δημοσίᾳ κηρύττειν τήμερον, ὡς ἰδιώτης μὲν εἴη λοιπόν, παρανοῶν δὲ ἐπὶ τὴν ἀρχὴν ἦλθεν; ὥσπερ γὰρ ἐπιτελῶν τὰ δεδογμένα προθύμους δορυφόρους, οἷς πιστεύων ταῦτ᾽ ἐνεθυμήθη, παραστήσεται, οὕτως ἐς τὸ μεθίστασθαι τῶν δοξάντων ἥκων πολεμίῳ τῷ μετὰ ταῦτα ἀπιστουμένῳ χρήσεται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: