Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῇ δ᾽ ὑστεραίᾳ περὶ ὄρθρον ἐπὶ τὰ βασίλεια ἥκων ὁ Ἀπολλώνιος ἤρετο τοὺς δορυφόρους, ὅ τι βασιλεὺς πράττοι, οἱ δὲ ἐγρηγορέναι τε αὐτὸν πάλαι ἔφασαν καὶ πρὸς ἐπιστολαῖς εἶναι. καὶ ἀκούσας τοῦτο ἀπῆλθεν εἰπὼν πρὸς τὸν Δάμιν ‘ὁ ἀνὴρ ἄρξει’. ἐπανελθὼν δὲ περὶ ἥλιον ἀνίσχοντα Δίωνα μὲν καὶ Εὐφράτην ἐπὶ θύραις εὗρε καὶ περὶ τῆς ξυνουσίας φιλοτίμως ἐρωτῶσι διῆλθε τὴν ἀπολογίαν, ἣν τοῦ βασιλέως ἤκουσε, τὰς δὲ αὑτοῦ δόξας ἀπεσιώπησεν. ἐσκληθεὶς δὲ πρῶτος ‘ὦ βασιλεῦ’, εἶπεν ‘Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν: κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε’. ‘ἀκλείστους’ ἔφη ‘θύρας παρέχω σοφοῖς ἀνδράσι, σοὶ δὲ καὶ τὰ στέρνα ἀνεῷχθαι δοκεῖ τἀμά’.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.