previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπιθειάσας δ᾽ Ἀπολλώνιος τῷ λόγῳ, ‘ΖεῦἔφηΚαπιτώλιε, σὲ γὰρ τῶν παρόντων πραγμάτων βραβευτὴν οἶδα, φύλαττε σεαυτὸν μὲν τούτῳ, σεαυτῷ δὲ τοῦτον: τὸν γὰρ νεών, ὃν χθὲς ἄδικοι χεῖρες ἐνέπρησαν, τόνδε σοὶ τὸν ἄνδρα ἀναστῆσαι πέπρωται.’ θαυμάσαντος δὲ τοῦ βασιλέως τὸν λόγοναὐτὰεἶπεναὐτὰ δηλώσει καὶ μηδὲν ἐμοῦ δέου, πέραινε δέ, ὀρθῶς ἐβουλεύσω’. ξυμβεβήκει δὲ ἄρα κατὰ τὴν Ῥώμην Δομετιανὸν μὲν τὸν Οὐεσπασιανοῦ παῖδα παρατετάχθαι πρὸς τὸν Βιτέλιον ὑπὲρ τῆς ἀρχῆς τοῦ πατρός, πολιορκίας δ᾽ αὐτὸν περισχούσης ἐν τῷ Καπιτωλίῳ τὸν μὲν διαπεφευγέναι τοὺς πολιορκοῦντας, τὸν νεὼν δ᾽ ἐμπεπρῆσθαι καὶ τῷ Ἀπολλωνίῳ φαίνεσθαι πολλῷ θᾶττον εἰ κατ᾽ Αἴγυπτον ἐπράττετο. τοσαῦτα σπουδάσαντες μὲν ἀπῆλθε τοῦ βασιλέως εἰπὼν μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρ᾽ ἐκεῖνοι πράττουσι ῾πράττειν᾽, δὲ ἀνέλαμπέ τε ἔτι μᾶλλον καὶ οὐ ξυνεχώρει τοῖς πράγμασι διαφεύγειν ἑαυτόν, [p. 189] ἀλλ᾽ ὡς βεβαίων τε καὶ αὐτῷ καθωμολογημένων εἴχετο δι᾽ ἤκουσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: