previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπιστρέψαι γὰρ ὑμᾶς διανοηθεὶς ἐς λόγους φυσικωτέρους τε καὶ ἀληθεστέρους ὧν οἱ πολλοὶ περὶ τῆς Αἴτνης ᾄδουσιν, αὐτὸς ἐς ἔπαινον μύθων ἀπηνέχθην, οὐ μὴν ἄχαρις ἐκβολὴ τοῦ λόγου γέγονεν: γὰρ μῦθος, ὃν παραιτούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστίν, ἀλλὰ τῶν δραματικωτέρων καὶ ὧν οἱ ποιηταὶ θρυλοῦσιν: ἐκεῖνοι μὲν γὰρ Τυφῶ τινα Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει καὶ δυσθανατοῦντα ἀσθμαίνειν τὸ πῦρ τοῦτο, ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι φημὶ καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαυτὶ σώματα ῥαγέντων τῶν τάφων, οὐ μὴν ἐς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλ᾽ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ ξυγχωρεῖν τοῖς θεοῖς ἐπ᾽ αὐτοῦ εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. καὶ μηδὲ ἐκεῖνος λόγος καίτοι δοκῶν εὐφημότερος εἶναι τιμάσθω, ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ, καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπ᾽ αὐτοῦ ἄκμων, πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλαχοῦ τῆς γῆς ἔμπυρα καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: