previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐμὲ δέ, Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν Αἴσωπος, νέμοι δὲ πρὸς ἱερῷ Ἑρμοῦ, σοφίας δὲ ἐρῴη καὶ εὔχοιτο αὐτῷ ὑπὲρ τούτου, πολλοὶ δὲ καὶ ἕτεροι ταὐτὸν αἰτοῦντες ἐπιφοιτῷεν τῷ Ἑρμῇ μὲν χρυσόν, δ᾽ ἄργυρον, δὲ κηρύκειον ἐλεφάντινον, δὲ τῶν οὕτω τι λαμπρῶν ἀνάπτων, δ᾽ Αἴσωπος ἔχοι μὲν οὕτως, ὡς μηδὲν τῷν τοιούτων ἔχειν, φείδοιτο δὲ καὶ ὧν εἶχε, γάλακτος δὲ αὐτῷ σπένδοι, ὅσον ὄις ἀμελχθεῖσα ἐδίδου καὶ κηρίον ἐπὶ τὸν βωμὸν φέροι, ὅσον τὴν χεῖρα ἐμπλῆσαι, ἑστιᾶν δ᾽ αὐτὸν καὶ μύρτοις ᾤετο καὶ παραθεὶς ἂν τῶν ῥόδων τῶν ἴων κομιδῇ ὀλίγα. ‘τί γὰρ δεῖ, Ἑρμῆ’, ἔλεγεστεφάνους πλέκειν καὶ ἀμελεῖν τῶν προβάτων;’ ὡς δὲ ἀφίκοντο ἐς ῥητὴν ἡμέραν ἐπὶ τὴν τῆς σοφίας διανομήν, μὲν Ἑρμῆς ἅτε λόγιος καὶ κερδῷοςσὺ μὲνἔφηφιλοσοφίαν ἔχε’, τῷ πλεῖστα δήπουθεν ἀναθέντισὺ δὲ ἐς ῥητόρων ἤθη χώρει’, τῷ δεύτερά που χαρισαμένῳ, ‘σοὶ δὲ ἀστρονομεῖν χώρα, σοὶ δὲ εἶναι μουσικῷ, σοὶ δὲ ἡρῴου ποιητῇ μέτρου, σοὶ δὲ ἰαμβείου.’ ἐπεὶ δὲ καίτοι λογιώτατος ὢν κατανάλωσεν ἄκων ἅπαντα τὰ τῆς φιλοσοφίας μέρη καὶ ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου, ἐνθυμεῖται τὰς Ὥρας, ὑφ᾽ ὧν αὐτὸς ἐν κορυφαῖς τοῦ Ὀλύμπου ἐτράφη, ὡς ἐν σπαργάνοις ποτὲ αὐτῷ ὄντι μῦθον διελθοῦσαι περὶ [p. 177] τῆς βοός, ὃν διελέχθη τῷ ἀνθρώπῳ βοῦς ὑπὲρ ἑαυτῆς τε καὶ τῆς γῆς, ἐς ἔρωτα αὐτὸν τῶν τοῦ Ἀπόλλωνος βοῶν κατέστησαν, καὶ δίδωσιν ἐντεῦθεν τὴν μυθολογίαν τῷ Αἰσώπῳ, λοιπὴν ἐν σοφίας οἴκῳ οὖσανἔχε’, εἰπὼν πρῶτα ἔμαθον’. αἱ μὲν δὴ πολλαὶ μορφαὶ τῆς τέχνης ἐνθένδε ἀφίκοντο τῷ Αἰσώπῳ, καὶ τοιόνδε ἀπέβη τὸ τῆς μυθολογίας πρᾶγμα. ἴσως δ᾽ ἀνόητον ἔπαθον:’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: