Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι μὲν γὰρ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προεγίγνωσκε καὶ ὅτι τοῖς γόητα τὸν ἄνδρα ἡγουμένοις οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα: οἱ γόητες, ἡγοῦμαι δ᾽ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ᾽ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, καὶ πολλοὶ τούτων κατηγορίαις ὑπαχθέντες τὰ τοιαῦτα ὡμολόγησαν σοφοὶ εἶναι. ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν, προὔλεγε δέ, ὡς ἀνάγκη γενέσθαι αὐτά, προεγίγνωσκε δὲ οὐ γοητεύων, ἀλλ᾽ ἐξ ὧν οἱ θεοὶ ἔφαινον. ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ᾽ ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτ᾽ ἐδεήθη μαθεῖν, ἀλλ᾽ ἐπῄνει μέν, ζηλοῦν δ᾽ οὐκ ἠξίου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.