previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σπουδῇ δὲ ὁρῶν τοὺς Σμυρναίους ἁπάντων ἁπτομένους λόγων ἐπερρώννυε καὶ σπουδαιοτέρους ἐποίει, φρονεῖν τε ἐκέλευεν ἐφ᾽ ἑαυτοῖς μᾶλλον τῷ τῆς πόλεως εἴδει, καὶ γάρ, εἰ καὶ καλλίστη πόλεων, ὁπόσαι ὑπὸ ἡλίῳ εἰσί, καὶ τὸ πέλαγος οἰκειοῦται, ζεφύρου τε πηγὰς ἔχει, ἀλλ᾽ ἀνδράσιν ἐστεφανῶσθαι αὐτὴν ἥδιον στοαῖς τε καὶ γραφαῖς καὶ χρυσῷ πλείονι τοῦ ὄντος. τὰ μὲν γὰρ οἰκοδομήματα ἐπὶ ταὐτοῦ μένειν οὐδαμοῦ ὁρώμενα πλὴν ἐκείνου τοῦ μέρους τῆς γῆς, ἐν ἐστιν, ἄνδρας δὲ ἀγαθοὺς πανταχοῦ μὲν ὁρᾶσθαι, πανταχοῦ δὲ φθέγγεσθαι, τὴν δὲ πόλιν, ἧς γεγόνασιν, ἀποφαίνειν τοσαύτην, ὅσοι περ αὐτοὶ γῆν ἐπελθεῖν δύνανται. ἔλεγε δὲ τὰς μὲν πόλεις τὰς οὕτω καλὰς ἐοικέναι τῷ τοῦ Διὸς ἀγάλματι, ὃς ἐν Ὀλυμπίᾳ τῷ Φειδίᾳ ἐκπεποίηται, καθῆσθαι γὰρ αὐτὸοὕτως τῷ δημιουργῷ ἔδοξετοὺς δὲ ἄνδρας ἐπὶ πάντα ἥκοντας μηδὲν ἀπεοικέναι τοῦ Ὁμηρείου Διός, ὃς ἐν πολλαῖς ἰδέαις Ὁμήρῳ πεποίηται θαυμασιώτερον ξυγκείμενος τοῦ ἐλεφαντίνου: τὸν μὲν γὰρ ἐν γῇ φαίνεσθαι, τὸν δὲ ἐς πάντα ἐν τῷ οὐρανῷ ὑπονοεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: