previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κἀκεῖνο Ἀπολλωνίου θαῦμα: κόρη ἐν ὥρᾳ γάμου τεθνάναι ἐδόκει καὶ νυμφίος ἠκολούθει τῇ κλίνῃ βοῶν ὁπόσα ἐπ᾽ ἀτελεῖ γάμῳ, ξυνωλοφύρετο δὲ καὶ Ῥώμη, καὶ γὰρ ἐτύγχανεν οἰκίας κόρη τελούσης ἐς ὑπάτους. παρατυχὼν οὖν Ἀπολλώνιος τῷ πάθεικατάθεσθεἔφητὴν κλίνην, ἐγὼ γὰρ ὑμᾶς τῶν ἐπὶ τῇ κόρῃ δακρύων παύσω.’ καὶ ἅμα [p. 164] ἤρετο, τι ὄνομα αὐτῇ εἴη. οἱ μὲν δὴ πολλοὶ ᾤοντο λόγον ἀγορεύσειν αὐτόν, οἷοι τῶν λόγων οἱ ἐπικήδειοί τε καὶ τὰς ὀλοφύρσεις ἐγείροντες, δὲ οὐδὲν ἀλλ᾽ προσαψάμενος αὐτῆς καί τι ἀφανῶς ἐπειπὼν ἀφύπνισε τὴν κόρην τοῦ δοκοῦντος θανάτου, καὶ φωνήν τε παῖς ἀφῆκεν ἐπανῆλθέ τε ἐς τὴν οἰκίαν τοῦ πατρός, ὥσπερ Ἄλκηστις ὑπὸ τοῦ Ἡρακλέους ἀναβιωθεῖσα. δωρουμένων δὲ αὐτῷ τῶν ξυγγενῶν τῆς κόρης μυριάδας δεκαπέντε φερνὴν ἔφη ἐπιδιδόναι αὐτὰς τῇ παιδί. καὶ εἴτε σπινθῆρα τῆς ψυχῆς εὗρεν ἐν αὐτῇ, ὃς ἐλελήθει τοὺς θεραπεύονταςλέγεται γάρ, ὡς ψεκάζοι μὲν Ζεύς, δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπουεἴτ᾽ ἀπεσβηκυῖαν τὴν ψυχὴν ἀνέθαλψέ τε καὶ ἀνέλαβεν, ἄρρητος κατάληψις τούτου γέγονεν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς παρατυχοῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: