previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐμπεσόντος δὲ ἐν Ῥώμῃ νοσήματος, κατάρρουν οἱ ἰατροὶ ὀνομάζουσιν, ἀνίστανται δὲ ἄρα ὑπ᾽ αὐτοῦ βῆχες καὶ φωνὴ τοῖς λαλοῦσι πονήρως ἔχει, τὰ μὲν ἱερὰ πλέα ἦν ἱκετευόντων τοὺς θεούς, ἐπεὶ διῳδήκει τὴν φάρυγγα Νέρων καὶ μελαίνῃ τῇ φωνῇ ἐχρῆτο, δὲ Ἀπολλώνιος ἐρρήγνυτο μὲν πρὸς τὴν τῶν πολλῶν ἄνοιαν, ἐπέπληττε δὲ οὐδενί, ἀλλὰ καὶ τὸν Μένιππον παροξυνόμενον ὑπὸ τῶν τοιούτων ἐσωφρόνιζέ τε καὶ κατεῖχε ξυγγιγνώσκειν κελεύων τοῖς θεοῖς, εἰ μίμοις γελοίων χαίρουσιν, ἀπαγγελθέντος δὲ τῷ Τιγελλίνῳ τοῦ λόγου τούτου, πέμπει τοὺς ἄξοντας αὐτὸν ἐς τὸ δικαστήριον, ὡς ἀπολογήσαιτο μὴ ἀσεβεῖν ἐς Νέρωνα, παρεσκεύαστο δὲ καὶ κατήγορος ἐπ᾽ αὐτὸν πολλοὺς ἀπολωλεκὼς ἤδη καὶ τοιούτων Ὀλυμπιάδων μεστός, καί τι καὶ γραμματεῖον εἶχεν ἐν ταῖν χεροῖν γεγραμμένον τὸ ἔγκλημα, καὶ τοῦτο ὥσπερ ξίφος ἀνασείων ἐπὶ τὸν ἄνδρα ἠκονῆσθαί τε αὐτὸ ἔλεγε καὶ ἀπολεῖν αὐτόν. ἐπεὶ δὲ ἀνελίττων Τιγελλῖνος τὸ γραμματεῖον γραμμῆς μὲν ἴχνος ἐν αὐτῷ οὐχ εὗρεν, ἀσήμῳ δέ τινι βιβλίῳ ἐνέτυχεν, ἐς ἔννοιαν ἀπηνέχθη δαίμονος. τουτὶ δὲ καὶ Δομετιανὸς ὕστερον πρὸς αὐτὸν λέγεται παθεῖν. ἀπολαβὼν οὖν τὸν Ἀπολλώνιον ἤνεγκεν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν περὶ τῶν μεγίστων ἀρχὴ αὕτη ἀφανῶς δικάζει, καὶ μεταστησάμενος πάντας ἐνέκειτο ἐρωτῶν, ὅστις εἴη, δὲ Ἀπολλώνιος πατρός τε ἐμέμνητο καὶ πατρίδος καὶ ἐφ᾽ τι τῇ σοφίᾳ χρῷτο, ἔφασκέ τε αὐτῇ χρῆσθαι ἐπί τε τὸ θεοὺς [p. 163] γιγνώσκειν ἐπί τε τὸ ἀνθρώπων ξυνιέναι, τοῦ γὰρ ἑαυτὸν γνῶναι χαλεπώτερον εἶναι τὸ ἄλλον γνῶναι. ‘τοὺς δαίμονας,’ εἶπεν Ἀπολλώνιε, καὶ τὰς τῶν εἰδώλων φαντασίας πῶς ἐλέγχεις;’ ‘ὥς γεἔφητοὺς μιαιφόνους τε καὶ ἀσεβεῖς ἀνθρώπους.’ ταυτὶ δὲ πρὸς τὸν Τιγελλῖνον ἀποσκώπτων ἔλεγεν, ἐπειδὴ πάσης ὠμότητός τε καὶ ἀσελγείας διδάσκαλος ἦν τῷ Νέρωνι. ‘μαντεύσαιο δ᾽ ἂνἔφηδεηθέντι μοι;’ ‘πῶςεἶπεν γε μὴ μάντις ὤν;’ ‘καὶ μὴν σὲἔφηφασὶν εἶναι τὸν εἰπόντα ἔσεσθαί τι μέγα καὶ οὐκ ἔσεσθαι’. ‘ἀληθῶςεἶπενἤκουσας, τοῦτο δὲ μὴ μαντικῇ προστίθει, σοφίᾳ δὲ μᾶλλον, ἣν θεὸς φαίνει σοφοῖς ἀνδράσιν.’ ‘Νέρωνα δὲἔφηδιὰ τί οὐ δέδοικας;’ ‘ὅτιεἶπεν θεὸς παρέχων ἐκείνῳ φοβερῷ δοκεῖν κἀμοὶ δέδωκεν ἀφόβῳ εἶναι.’ ‘φρονεῖς δὲ πῶςεἶπεπερὶ Νέρωνος;’ δὲ Ἀπολλώνιοςβέλτιονεἶπεν ὑμεῖς: ὑμεῖς γὰρ ἡγεῖσθε αὐτὸν ἄξιον τοῦ ᾄδειν, ἐγὼ δὲ ἄξιον τοῦ σιωπᾶν.’ ἐκπλαγεὶς οὖν Τιγελλῖνοςἄπιθιἔφηκαταστήσας ἐγγυητὰς τοῦ σώματος’. δὲ Ἀπολλώνιοςκαὶ τίςεἶπενἐγγυήσεται σῶμα, μηδεὶς δήσει;’ ἔδοξε τῷ Τιγελλίνῳ ταῦτα δαιμόνιά τε εἶναι καὶ πρόσω ἀνθρώπου, καὶ ὥσπερ θεομαχεῖν φυλαττόμενος, ‘χώρει’, ἔφηοἷ βούλει, σὺ γὰρ κρείττων ὑπ᾽ ἐμοῦ ἄρχεσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: