previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ οὔτε καταγελῶν φανερὸς ἦν οὔτ᾽ αὖ πεφροντικώς, ὥσπερ οἱ φυλαττόμενοί τινα κίνδυνον, ἀλλ᾽ ἀποχρώντως περὶ τῶν προκειμένων διελέγετο ξυμφιλοσοφοῦντος αὐτῷ τοῦ Τελεσίνου καὶ ἑτέρων ἀνδρῶν, οἳ καίτοι φιλοσοφίας ἐπικινδύνως πραττούσης οὐκ ἂν ᾤοντο κινδυνεῦσαι ξὺν ἐκείνῳ σπουδάζοντες. ὑπωπτεύετο δέ, ὡς ἔφην, καὶ πολὺ μᾶλλον ἐφ᾽ οἷς καὶ περὶ τῆς διοσημίας εἶπε: γενομένης γάρ ποτε ἐκλείψεως ἡλίου καὶ βροντῆς ἐκδοθείσης, ὅπερ ἥκιστα ἐν ἐκλείψει δοκεῖ ξυμβαίνειν, ἀναβλέψας ἐς τὸν οὐρανὸνἔσται τιἔφημέγα καὶ οὐκ ἔσται.’ ξυμβαλεῖν μὲν δὴ τὸ εἰρημένον οὔπω εἶχον οἱ παρατυχόντες τῷ λόγῳ, τρίτῃ δ᾽ ἀπὸ τῆς ἐκλείψεως ἡμέρᾳ ξυνῆκαν τοῦ λόγου πάντες: σιτουμένου γὰρ τοῦ Νέρωνος ἐμπεσὼν τῇ τραπέζῃ σκηπτὸς διήλασε τῆς κύλικος ἐν χεροῖν οὔσης καὶ οὐ πολὺ ἀπεχούσης τοῦ στόματος: τὸ δὴ παρὰ τοσοῦτον ἐλθεῖν τοῦ βληθῆναι αὐτὸν πεπράξεσθαί τι εἶπε καὶ μὴ πεπράξεσθαι. ἀκούσας δὲ Τιγελλῖνος τὸν λόγον τοῦτον ἐς δέος ἀφίκετο τοῦ ἀνδρός, ὡς σοφοῦ τὰ δαιμόνια, καὶ ἐς ἐγκλήματα μὲν φανερὰ καθίστασθαι πρὸς αὐτὸν οὐκ ᾤετο δεῖν, ὡς μὴ κακόν τι ἀφανὲς ὑπ᾽ αὐτοῦ λάβοι, διαλεγόμενον [p. 162] δὲ καὶ σιωπῶντα καὶ καθήμενον καὶ βαδίζοντα καὶ τι φάγοι καὶ παρ᾽ ὅτῳ καὶ εἰ ἔθυσεν μὴ ἔθυσε, περιήθρει πᾶσιν ὀφθαλμοῖς, ὁπόσοις ἀρχὴ βλέπει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: