Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αοιμοῦ δὲ ὑφέρποντος τὴν Ἔφεσον καὶ οὔπω ἀνοιδούσης τῆς νόσου ξυνῆκε μὲν ὁ Ἀπολλώνιος τῆς προσβολῆς, ξυνεὶς δὲ προὔλεγε πολλαχοῦ τε τῶν διαλέξεων ‘ὦ γῆ, μένε ὁμοία,’ καὶ τοιαῦτα ἐπεφθέγγετο ξὺν ἀπειλῇ: ‘τούσδε σῶζε’ καὶ ‘οὐ παρελεύσῃ ἐνταῦθα.’ οἱ δ᾽ οὐ προσεῖχον καὶ τερατολογίαν τὰ τοιαῦτα ᾤοντο τοσῷδε μᾶλλον, ὅσῳ καὶ ἐς πάντα τὰ ἱερὰ φοιτῶν ἀποτρέπειν αὐτὸ ἐδόκει καὶ ἀπεύχεσθαι. ἐπεὶ δὲ ἀνοήτως εἶχον τοῦ πάθους, ἐκείνοις μὲν οὐδὲν ᾤετο δεῖν ἐπαρκεῖν ἔτι, τὴν δὲ ἄλλην Ἰωνίαν περιῄει διορθούμενος τὰ παρ᾽ ἑκάστοις καὶ διαλεγόμενος ἀεί τι σωτήριον τοῖς παροῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.