previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προσῄεσαν μὲν οὖν ταῖς πύλαις, οἱ δὲ ἐφεστῶτες οὐδὲν ἠρώτων, ἀλλὰ περιήθρουν τὸ σχῆμα καὶ ἐθαύμαζον: γὰρ τρόπος ἱερὸς ἐδόκει καὶ οὐδὲν ἐοικὼς τοῖς ἀγείρουσι. καταλύουσι δ᾽ αὐτοῖς ἐν πανδοχείῳ περὶ τὰς πύλας καὶ δεῖπνον αἱρουμένοις, ἐπειδὴ καιρὸς ἑσπέρας ἤδη ἐτύγχανεν, ὡς ἐπὶ κῶμον ἔρχεται μεθύων ἄνθρωπος οὐκ ἀγλευκῶς τῆς φωνῆς ἔχων, περιῄει δὲ ἄρα κύκλῳ τὴν Ῥώμην ᾄδων τὰ [p. 158] τοῦ Νέρωνος μέλη καὶ μεμισθωμένος τοῦτο, τὸν δὲ ἀμελῶς ἀκούσαντα μὴ καταβαλόντα μισθὸν τῆς ἀκροάσεως ξυνεκεχώρητο αὐτῷ καὶ ἀπάγειν ὡς ἀσεβοῦντα. ἦν δὲ αὐτῷ καὶ κιθάρα καὶ πρόσφορος τῷ κιθαρίζειν σκευὴ πᾶσα, καί τινα καὶ νευρὰν τῶν ἐφαψαμένων τε καὶ προεντεταμένων ἀποκειμένην ἐν κοιτίδι εἶχεν, ἣν ἔφασκεν ἐκ τῆς Νέρωνος ἐωνῆσθαι κιθάρας δυοῖν μναῖν καὶ ἀποδώσεσθαι αὐτὴν οὐδενί, ἢν μὴ κιθαρῳδὸς τῶν ἀρίστων τε καὶ ἀγωνιουμένων Πυθοῖ. ἀναβαλόμενος οὖν, ὅπως εἰώθει, καὶ βραχὺν διεξελθὼν ὕμνον τοῦ Νέρωνος ἐπῆγε μέλη τὰ μὲν ἐξ Ὀρεστείας, τὰ δὲ ἐξ Ἀντιγόνης, τὰ δ᾽ ὁποθενοῦν τῶν τραγῳδουμένων αὐτῷ, καὶ ᾠδὰς ἔκαμπτεν, ὁπόσας Νέρων ἐλύγιζέ τε καὶ κακῶς ἔστρεφεν. ἀργότερον δὲ ἀκροωμένων μὲν ἀσεβεῖσθαι Νέρωνα ὑπ᾽ αὐτῶν ἔφασκε καὶ πολεμίους τῆς θείας φωνῆς εἶναι, οἱ δὲ οὐ προσεῖχον. ἐρομένου δὲ τοῦ Μενίππου τὸν Ἀπολλώνιον, πῶς ἀκούοι λέγοντος ταῦτα, ‘πῶςἔφη ὡς ὅτε ᾖδεν; ἡμεῖς μέντοι, Μένιππε, μὴ παροξυνώμεθα πρὸς ταῦτα, ἀλλὰ τὸν μισθὸν τῆς ἐπιδείξεως δόντες ἐάσωμεν αὐτὸν θύειν ταῖς Νέρωνος Μούσαις.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: