previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διατρίψας δ᾽ ἐν τῇ Σπάρτῃ μετὰ τὴν Ὀλυμπίαν χρόνον, ὡς ἐτελεύτα χειμών, ἐπὶ Μαλέαν ἦλθεν ἀρχομένου ἦρος, ὡς ἐς τὴν Ῥώμην ἀφήσων. διανοουμένῳ δ᾽ αὐτῷ ταῦτα ἐγένετο ὄναρ τοιόνδε: ἐδόκει γυναῖκα μεγίστην τε καὶ πρεσβυτάτην περιβάλλειν αὐτὸν καὶ δεῖσθαί οἱ ξυγγενέσθαι, πρὶν ἐς Ἰταλοὺς πλεῦσαι, Διὸς δὲ εἶναι τροφὸς ἔλεγε καὶ ἦν αὐτῇ στέφανος πάντ᾽ ἔχων τὰ ἐκ γῆς καὶ θαλάττης. λογισμὸν δὲ αὑτῷ διδοὺς τῆς ὄψεως ξυνῆκεν, ὅτι πλευστέα εἴη ἐς Κρήτην πρότερον, ἣν τροφὸν ἡγούμεθα τοῦ Διός, ἐπειδὴ ἐν ταύτῃ ἐμαιεύθη, δὲ στέφανος καὶ ἄλλην ἴσως δηλώσαι νῆσον. οὐσῶν δὲ ἐν Μαλέᾳ νεῶν πλειόνων, αἳ ἐς Κρήτην ἀφήσειν ἔμελλον, ἐνέβη ναῦν ἀποχρῶσαν τῷ κοινῷ: κοινὸν δὲ ἐκάλει τούς τε ἑταίρους καὶ τοὺς τῶν ἑταίρων δούλους, οὐδὲ γὰρ ἐκείνους παρεώρα. προσπλεύσας δὲ Κυδωνίᾳ καὶ παραπλεύσας ἐς Κνωσσὸν τὸν μὲν Λαβύρινθον, ὃς ἐκεῖ δείκνυται, ξυνεῖχε δέ, οἶμαί, ποτε τὸν Μινώταυρον, βουλομένων ἰδεῖν τῶν ἑταίρων, ἐκείνοις μὲν ξυνεχώρει τοῦτο, αὐτὸς δὲ οὐκ ἂν ἔφη θεατὴς γενέσθαι τῆς ἀδικίας τοῦ Μίνω. προῄει δὲ ἐπὶ Γόρτυναν πόθῳ τῆς Ἴδης. ἀνελθὼν οὖν καὶ τοῖς θεολογουμένοις ἐντυχὼν ἐπορεύθη καὶ ἐς τὸ ἱερὸν τὸ Λεβηναῖον: ἔστι δὲ Ἀσκληπιοῦ καὶ ὥσπερ Ἀσία ἐς τὸ Πέργαμον, οὕτως ἐς τὸ ἱερὸν τοῦτο [p. 153] ξυνεφοίτα Κρήτη, πολλοὶ δὲ καὶ Λιβύων ἐς αὐτὸ περαιοῦνται: καὶ γὰρ τέτραπται πρὸς τὸ Λιβυκὸν πέλαγος κατὰ γοῦν τὴν Φαιστόν, ἔνθα τὴν πολλὴν ἀνείργει θάλατταν μικρὸς λίθος. Λεβηναῖον δὲ τὸ ἱερὸν ὠνομάσθαι φασίν, ἐπειδὴ ἀκρωτήριον ἐξ αὐτοῦ κατατείνει λέοντι εἰκασμένον, οἷα πολλὰ αἱ ξυντυχίαι τῶν πετρῶν ἀποφαίνουσι, μῦθόν τε ἐπὶ τῷ ἀκρωτηρίῳ ᾄδουσιν, ὡς λέων εἷς οὗτος γένοιτο τῶν ὑποζυγίων ποτὲ τῇ Ῥέᾳ. ἐνταῦθα διαλεγομένου ποτὲ τοῦ Ἀπολλωνίου περὶ μεσημβρίαν, διελέγετο δὲ πολλοῖς ἀνδράσιν, ὑφ᾽ ὧν τὸ ἱερὸν ἐθεραπεύετο, σεισμὸς ἀθρόως τῇ Κρήτῃ προσέβαλε, βροντὴ δὲ οὐκ ἐκ νεφῶν, ἀλλ᾽ ἐκ τῆς γῆς ὑπήχησεν, θάλαττα δὲ ὑπενόστησε στάδια ἴσως ἑπτά. καὶ οἱ μὲν πολλοὶ ἔδεισαν, μὴ τὸ πέλαγος ὑποχωρῆσαν ἐπισπάσηται τὸ ἱερὸν καὶ ἀπενεχθῶσιν, δὲ Ἀπολλώνιοςθαρσεῖτε’, ἔφη γὰρ θάλαττα γῆν ἔτεκε’. καὶ οἱ μὲν ᾤοντο αὐτὸν τὴν ὁμόνοιαν τῶν στοιχείων λέγειν, καὶ ὅτι μηδὲν ἂν θάλαττα νεώτερον ἐς τὴν γῆν ἐργάσαιτο, μετὰ δὲ ἡμέρας ὀλίγας ἀφικόμενοί τινες ἐκ τῆς Κυδωνιάτιδος ἤγγειλαν, ὅτι κατὰ τὴν ἡμέραν τε καὶ μεσημβρίαν, ἣν ἐγένετο διοσημία, νῆσος ἐκ τῆς θαλάττης ἀνεδόθη περὶ τὸν πορθμὸν τὸν διαρρἐοντα Θήραν τε καὶ Κρήτην. ἐάσαντες οὖν λόγων μῆκος ἔλθωμεν καὶ ἐπὶ τὰς ἐν Ῥώμῃ σπουδάς, αἳ ἐγένοντο αὐτῷ μετὰ τὰ ἐν Κρήτῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: