previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ ἐν Ὀλυμπίᾳ τοῦ ἀνδρὸς τοιαῦτα: ἀνιόντι τῷ Ἀπολλωνίῳ ἐς Ὀλυμπίαν ἐνέτυχον Λακεδαιμονίων πρέσβεις ὑπὲρ ξυνουσίας, Λακωνικὸν δὲ οὐδὲν περὶ αὐτοὺς ἐφαίνετο, ἀλλ᾽ ἁβρότερον αὑτῶν εἶχον καὶ συβάριδος μεστοὶ ἦσαν. ἰδὼν δὲ ἄνδρας λείους τὰ σκέλη λιπαροὺς τὰς κόμας καὶ μηδὲ γενείοις χρωμένους, ἀλλὰ καὶ τὴν ἐσθῆτα μαλακούς, τοιαῦτα πρὸς τοὺς ἐφόρους ἐπέστειλεν, ὡς ἐκείνους κήρυγμα ποιήσασθαι δημοσίᾳ τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύνοντας ἐς τὸ ἀρχαῖόν τε καθισταμένους πάντα, ὅθεν παλαῖστραί τε ἀνήβησαν καὶ σπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο Λακεδαίμων ἑαυτῇ ὁμοία. μαθὼν δὲ αὐτοὺς τὰ οἴκοι διορθουμένους ἔπεμψεν ἐπιστολὴν ἀπ᾽ Ὀλυμπίας βραχυτέραν τῆς Λακωνικῆς σκυτάλης. ἔστι δὲ ἥδε: [p. 147]Ἀπολλώνιος ἐφόροις χαίρειν. ἀνδρῶν μὲν τὸ μὴ ἁμαρτάνειν, γενναίων δὲ τὸ καὶ ἁμαρτάνοντας αἰσθέσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: