previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν Κορίνθῳ δὲ φιλοσοφῶν ἐτύγχανε τότε Δημήτριος ἀνὴρ ξυνειληφὼς ἅπαν τὸ ἐν Κυνικῇ κράτος, [p. 144] οὗ Φαβωρῖνος ὕστερον ἐν πολλοῖς τῶν ἑαυτοῦ λόγων οὐκ ἀγεννῶς ἐπεμνήσθη, παθὼν δὲ πρὸς τὸν Ἀπολλώνιον, ὅπερ φασὶ τὸν Ἀντισθένην πρὸς τὴν τοῦ Σωκράτους σοφίαν παθεῖν, εἵπετο αὐτῷ μαθητιῶν καὶ προσκείμενος τοῖς λόγοις καὶ τῶν αὐτῷ γνωρίμων τοὺς εὐδοκιμωτέρους ἐπὶ τὸν Ἀπολλώνιον ἔτρεπεν, ὧν καὶ Μένιππος ἦν Λύκιος ἔτη μὲν γεγονὼς πέντε καὶ εἴκοσι, γνώμης δὲ ἱκανῶς ἔχων καὶ τὸ σῶμα εὖ κατεσκευασμένος, ἐῴκει γοῦν ἀθλητῇ καλῷ καὶ ἐλευθερίῳ τὸ εἶδος. ἐρᾶσθαι δὲ τὸν Μένιππον οἱ πολλοὶ ᾤοντο ὑπὸ γυναίου ξένου, τὸ δὲ γύναιον καλή τε ἐφαίνετο καὶ ἱκανῶς ἁβρὰ καὶ πλουτεῖν ἔφασκεν, οὐδὲν δὲ τούτων ἄρα ἀτεχνῶς ἦν, ἀλλὰ ἐδόκει πάντα. κατὰ γὰρ τὴν ὁδὸν τὴν ἐπὶ Κεγχρεὰς βαδίζοντι αὐτῷ μόνῳ φάσμα ἐντυχὸν γυνή τε ἐγένετο καὶ χεῖρα ξυνῆψεν ἐρᾶν αὐτοῦ πάλαι φάσκουσα, Φοίνισσα δὲ εἶναι καὶ οἰκεῖν ἐν προαστείῳ τῆς Κορίνθου, τὸ δεῖνα εἰποῦσα προάστειον, ‘ἐς ἑσπέραςἔφηἀφικομένῳ σοι ᾠδή τε ὑπάρξει ἐμοῦ ᾀδούσης καὶ οἶνος, οἷον οὔπω ἔπιες, καὶ οὐδὲ ἀντεραστὴς ἐνοχλήσει σε, βιώσομαι δὲ καλὴ ξὺν καλῷ.’ τούτοις ὑπαχθεὶς νεανίας, τὴν μὲν γὰρ ἄλλην φιλοσοφίαν ἔρρωτο, τῶν δὲ ἐρωτικῶν ἥττητο, ἐφοίτησε περὶ ἑσπέραν αὐτῇ καὶ τὸν λοιπὸν χρόνον ἐθάμιζεν, ὥσπερ παιδικοῖς, οὔπω ξυνεὶς τοῦ φάσματος. δὲ Ἀπολλώνιος ἀνδριαντοποιοῦ δίκην ἐς τὸν Μένιππον βλέπων ἐζωγράφει τὸν νεανίαν καὶ ἐθεώρει, καταγνοὺς δὲ αὐτὸνσὺ μέντοιεἶπεν καλός τε καὶ ὑπὸ τῶν καλῶν γυναικῶν θηρευόμενος ὄφιν θάλπεις καὶ σὲ ὄφις.’ θαυμάσαντος δὲ τοῦ Μενίππουὅτι γυνή σοιἔφηἐστὶν οὐ γαμετή. τί δέ; ἡγῇ ὑπ᾽ αὐτῆς ἐρᾶσθαι;’ ‘νὴ Δί᾽,’ εἶπενἐπειδὴ διάκειται [p. 145] πρός με ὡς ἐρῶσα.’ ‘καὶ γήμαις δ᾽ ἂν αὐτήν;’ ἔφη. ‘χαρίεν γὰρ ἂν εἴη τὸ ἀγαπῶσαν γῆμαι.’ ἤρετο οὖνπηνίκα οἱ γάμοι;’ ‘θερμοὶἔφηκαὶ ἴσως αὔριον.’ ἐπιφυλάξας οὖν τὸν τοῦ συμποσίου καιρὸν Ἀπολλώνιος καὶ ἐπιστὰς τοῖς δαιτυμόσιν ἄρτι ἥκουσιποῦἔφη ἁβρά, δι᾽ ἣν ἥκετε;’ ‘ἐνταῦθαεἶπεν Μένιππος καὶ ἅμα ὑπανίστατο ἐρυθριῶν. ‘ δὲ ἄργυρος καὶ χρυσὸς καὶ τὰ λοιπά, οἷς ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν;’ ‘τῆς γυναικός,’ ἔφητἀμὰ γὰρ τοσαῦταδείξας τὸν ἑαυτοῦ τρίβωνα. δὲ Ἀπολλώνιοςτοὺς Ταντάλου κήπουςἔφηεἴδετε, ὡς ὄντες οὐκ εἰσί;’ ‘παρ᾽ Ὁμήρῳ γε,’ ἔφασανοὐ γὰρ ἐς Αἵδου γε καταβάντες.’ ‘τοῦτ᾽ἔφηκαὶ τουτονὶ τὸν κόσμον ἡγεῖσθε, οὐ γὰρ ὕλη ἐστίν, ἀλλὰ ὕλης δόξα. ὡς δὲ γιγνώσκοιτε, λέγω, χρηστὴ νύμφη μία τῶν ἐμπουσῶν ἐστιν, ἃς λαμίας τε καὶ μορμολυκίας οἱ πολλοὶ ἡγοῦνται. ἐρῶσι δ᾽ αὗται καὶ ἀφροδισίων μέν, σαρκῶν δὲ μάλιστα ἀνθρωπείων ἐρῶσι καὶ παλεύουσι τοῖς ἀφροδισίοις, οὓς ἂν ἐθέλωσι δαίσασθαι.’ δὲεὐφήμειἔλεγεκαὶ ἄπαγεκαὶ μυσάττεσθαι ἐδόκει, ἤκουε, καί που καὶ ἀπέσκωπτε τοὺς φιλοσόφους, ὡς ἀεὶ ληροῦντας. ἐπεὶ μέντοι τὰ ἐκπώματα τὰ χρυσᾶ καὶ δοκῶν ἄργυρος ἀνεμιαῖα ἠλέγχθη καὶ διέπτη τῶν ὀφθαλμῶν ἅπαντα οἰνοχόοι τε καὶ ὀψοποιοὶ καὶ τοιαύτη θεραπεία πᾶσα ἠφανίσθησαν ἐλεγχόμενοι ὑπὸ τοῦ Ἀπολλωνίου, δακρύοντι ἐῴκει τὸ φάσμα καὶ ἐδεῖτο μὴ βασανίζειν αὐτό, μηδὲ ἀναγκάζειν ὁμολογεῖν, τι εἴη, ἐπικειμένου δὲ καὶ μὴ ἀνιέντος ἔμπουσά τε εἶναι ἔφη καὶ πιαίνειν ἡδοναῖς τὸν Μένιππον ἐς βρῶσιν τοῦ σώματος, τὰ γὰρ καλὰ τῶν σωμάτων καὶ νέα σιτεῖσθαι ἐνόμιζεν, ἐπειδὴ [p. 146] ἀκραιφνὲς αὐτοῖς τὸ αἷμα. τοῦτον τὸν λόγον γνωριμώτατον τῶν Ἀπολλωνίου τυγχάνοντα ἐξ ἀνάγκης ἐμήκυνα, γιγνώσκουσι μὲν γὰρ πλείους αὐτόν, ἅτε καθ᾽ Ἑλλάδα μέσην πραχθέντα, ξυλλήβδην δὲ αὐτὸν παρειλήφασιν, ὅτι ἕλοι ποτὲ ἐν Κορίνθῳ λάμιαν, τι μέντοι πράττουσαν καὶ ὅτι ὑπὲρ Μενίππου, οὔπω γιγνώσκουσιν, ἀλλὰ Δάμιδί τε καὶ ἐκ τῶν ἐκείνου λόγων ἐμοὶ εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: