previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπρέσβευσε δὲ καὶ παρὰ τοὺς Θετταλοὺς ὑπὲρ τοῦ Ἀχιλλέως κατὰ τοὺς ἐν Πυλαίᾳ ξυλλόγους, ἐν οἷς οἱ Θετταλοὶ τὰ Ἀμφικτυονικὰ πράττουσιν, οἱ δὲ δείσαντες ἐψηφίσαντο ἀναλαβεῖν τὰ προσήκοντα τῷ τάφῳ. καὶ τὸ Λεωνίδου σῆμα τοῦ Σπαρτιάτου μονονοὺ περιέβαλεν ἀγασθεὶς τὸν ἄνδρα. ἐπὶ δὲ τὸν κολωνὸν βαδίζων, ἐφ᾽ οὗ λέγονται Λακεδαιμόνιοι περιχωσθῆναι τοῖς τοξεύμασιν, ἤκουσε τῶν ὁμιλητῶν διαφερομένων ἀλλήλοις, τι εἴη τὸ ὑψηλότατον τῆς Ἑλλάδος, παρεῖχε δὲ ἄρα τὸν λόγον Οἴτη τὸ ὄρος ἐν ὀφθαλμοῖς οὖσα, καὶ ἀνελθὼν ἐπὶ τὸν λόφον, ‘ἐγὼἔφητὸ ὑψηλότατον τοῦτο ἡγοῦμαι, οἱ γὰρ ἐνταῦθα ὑπὲρ ἐλευθερίας ἀποθανόντες ἀντανήγαγον αὐτὸ τῇ Οἴτῃ καὶ ὑπὲρ πολλοὺς Ὀλύμπους ἦραν. ἐγὼ δὲ ἄγαμαι μὲν καὶ τούσδε τοὺς ἄνδρας, τὸν δὲ Ἀκαρνᾶνα Μεγιστίαν καὶ πρὸ τούτων, γὰρ πεισομένους ἐγίγνωσκε, τούτων ἐπεθύμησε κοινωνῆσαι τοῖς ἀνδράσιν, οὐ τὸ ἀποθανεῖν δείσας, ἀλλὰ τὸ μετὰ τοιῶνδε μὴ τεθνάναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: