Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς δὲ Ἀθήνησι διατριβὰς πλείστας μὲν ὁ Δάμις γενέσθαι φησὶ τῷ ἀνδρί, γράψαι δὲ οὐ πάσας, ἀλλὰ τὰς ἀναγκαίας τε καὶ περὶ μεγάλων σπουδασθείσας. τὴν μὲν δὴ πρώτην διάλεξιν, ἐπειδὴ φιλοθύτας τοὺς Ἀθηναίους εἶδεν, ὑπὲρ ἱερῶν διελέξατο, [p. 139] καὶ ὡς ἄν τις ἐς τὸ ἑκάστῳ τῶν θεῶν οἰκεῖον καὶ πηνίκα δὲ τῆς ἡμέρας τε καὶ νυκτὸς ἢ θύοι ἢ σπένδοι ἢ εὔχοιτο, καὶ βιβλίῳ Ἀπολλωνίου προστυχεῖν ἐστιν, ἐν ᾧ ταῦτα τῇ ἑαυτοῦ φωνῇ ἐκδιδάσκει. διῆλθε δὲ ταῦτα Ἀθήνησι πρῶτον μὲν ὑπὲρ σοφίας αὑτοῦ τε κἀκείνων, εἶτ᾽ ἐλέγχων τὸν ἱεροφάντην δι᾽ ἃ βλασφήμως τε καὶ ἀμαθῶς εἶπε: τίς γὰρ ἔτι ᾠήθη τὰ δαιμόνια μὴ καθαρὸν εἶναι τὸν φιλοσοφοῦντα, ὅπως οἱ θεοὶ θεραπευτέοι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.