Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοιαῦτα μὲν τὰ ἐπὶ τῆς νεώς, ἐς δὲ τὸν Πειραιᾶ ἐσπλεύσας περὶ μυστηρίων ὥραν, ὅτε Ἀθηναῖοι πολυανθρωπότατα Ἑλλήνων πράττουσιν, ἀνῄει ξυντείνας ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ, προιὼν δὲ πολλοῖς τῶν φιλοσοφούντων ἐνετύγχανε Φάληράδε κατιοῦσιν, ὧν οἱ μὲν γυμνοὶ ἐθέροντο, καὶ γὰρ τὸ μετόπωρον εὐήλιον τοῖς Ἀθηναίοις, οἱ δὲ ἐκ βιβλίων ἐσπούδαζον, οἱ δ᾽ ἀπὸ στόματος ἠσκοῦντο, οἱ δὲ ἤριζον. παρῄει δὲ οὐδεὶς αὐτόν, ἀλλὰ τεκμηράμενοι πάντες, ὡς εἴη Ἀπολλώνιος, ξυνανεστρέφοντό τε καὶ ἠσπάζοντο χαίροντες, νεανίσκοι δὲ ὁμοῦ δέκα περιτυχόντες αὐτῷ ‘νὴ τὴν Ἀθηνᾶν ἐκείνην,’ ἔφασαν ἀνατείναντες τὰς χεῖρας ἐς τὴν ἀκρόπολιν, ‘ἡμεῖς ἄρτι [p. 138] ἐς Πειραιᾶ ἐβαδίζομεν πλευσόμενοι ἐς Ἰωνίαν παρὰ σέ.’ ὁ δὲ ἀπεδέχετο αὐτῶν καὶ ξυγχαίρειν ἔφη φιλοσοφοῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.