previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δεομένων δὲ καὶ τῶν ἄλλων τοῦ λόγου τούτου καὶ φιληκόως ἐχόντων αὐτοῦἀλλ᾽ οὐχὶ βόθρονεἶπενὈδυσσέως ὀρυξάμενος, οὐδὲ ἀρνῶν αἵματι ψυχαγωγήσας ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ᾽ εὐξάμενος, ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασιν εὔχεσθαι, ‘ Ἀχιλλεῦ,’ ἔφηντεθνάναι σε οἱ πολλοὶ τῶν ἀνθρώπων [p. 135] φασίν, ἐγὼ δὲ οὐ ξυγχωρῶ τῷ λόγῳ, οὐδὲ Πυθαγόρας σοφίας ἐμῆς πρόγονος. εἰ δὴ ἀληθεύομεν, δεῖξον ἡμῖν τὸ σεαυτοῦ εἶδος, καὶ γὰρ ἂν ὄναιο ἄγαν τῶν ἐμῶν ὀφθαλμῶν, εἰ μάρτυσιν αὐτοῖς τοῦ εἶναι χρήσαιο.’ ἐπὶ τούτοις σεισμὸς μὲν περὶ τὸν κολωνὸν βραχὺς ἐγένετο, πεντάπηχυς δὲ νεανίας ἀνεδόθη Θετταλικὸς τὴν χλαμύδα, τὸ δὲ εἶδος οὐκ ἀλαζών τις ἐφαίνετο, ὡς ἐνίοις Ἀχιλλεὺς δοκεῖ, δεινός τε ὁρώμενος οὐκ ἐξήλλαττε τοῦ φαιδροῦ, τὸ δὲ κάλλος οὔπω μοι δοκεῖ ἐπαινέτου ἀξίου ἐπειλῆφθαι καίτοι Ὁμήρου πολλὰ ἐπ᾽ αὐτῷ εἰπόντος, ἀλλὰ ἄρρητον εἶναι καὶ καταλύεσθαι μᾶλλον ὑπὸ τοῦ ὑμνοῦντος παραπλησίως ἑαυτῷ ᾄδεσθαι. ὁρώμενος δέ, ὁπόσον εἶπον, μείζων ἐγίγνετο καὶ διπλάσιος καὶ ὑπὲρ τοῦτο, δωδεκάπηχυς γοῦν ἐφάνη μοι, ὅτε δὴ τελεώτατος ἑαυτοῦ ἐγένετο, καὶ τὸ κάλλος ἀεὶ ξυνεπεδίδου τῷ μήκει. τὴν μὲν δὴ κόμην οὐδὲ κείρασθαί ποτε ἔλεγεν, ἀλλὰ ἄσυλον φυλάξαι τῷ Σπερχειῷ, ποταμῶν γὰρ πρώτῳ Σπερχειῷ χρήσασθαι, τὰ γένεια δ᾽ αὐτῷ πρώτας ἐκβολὰς εἶχε. προσειπὼν δέ μεἀσμένωςεἶπενἐντετύχηκά σοι, πάλαι δεόμενος ἀνδρὸς τοιῦδε: Θετταλοὶ γὰρ τὰ ἐναγίσματα χρόνον ἤδη πολὺν ἐκλελοίπασί μοι, καὶ μηνίειν μὲν οὔπω ἀξιῶ, μηνίσαντος γὰρ ἀπολοῦνται μᾶλλον οἱ ἐνταῦθά ποτε Ἕλληνες, ξυμβουλίᾳ δὲ ἐπιεικεῖ χρῶμαι, μὴ ὑβρίζειν σφᾶς ἐς τὰ νόμιμα, μηδὲ κακίους ἐλέγχεσθαι τουτωνὶ τῶν Τρώων, οἳ τοσούσδε ἄνδρας ὑπ᾽ ἐμοῦ ἀφαιρεθέντες δημοσίᾳ τε θύουσί μοι καὶ ὡραίων ἀπάρχονται καὶ ἱκετηρίαν τιθέμενοι σπονδὰς αἰτοῦσιν, ἃς ἐγὼ οὐ δώσω: τὰ γὰρ ἐπιορκηθέντα τούτοις ἐπ᾽ ἐμὲ οὐκ ἐάσει τὸ Ἴλιόν ποτε τὸ ἀρχαῖον ἀναλαβεῖν εἶδος, οὐδὲ τυχεῖν ἀκμῆς, ὁπόση περὶ πολλὰς [p. 136] τῶν καθῃρημένων ἐγένετο, ἀλλ᾽ οἰκήσουσιν αὐτὸ βελτίους οὐδὲν εἰ χθὲς ἥλωσαν. ἵν᾽ οὖν μὴ καὶ τὰ Θετταλῶν ἀποφαίνω ὅμοια, πρέσβευε παρὰ τὸ κοινὸν αὐτῶν ὑπὲρ ὧν εἶπον.’ ‘πρεσβεύσω’, ἔφην γὰρ νοῦς τῆς πρεσβείας ἦν μὴ ἀπολέσθαι αὐτούς. ἀλλ᾽ ἐγώ τί σου, Ἀχιλλεῦ, δέομαι.’ ‘ξυνίημι’, ἔφηδῆλος γὰρ εἶ περὶ τῶν Τρωικῶν ῾ἐρωτήσων᾽: ἐρώτα δὲ λόγους πέντε, οὓς αὐτός τε βούλει καὶ Μοῖραι ξυγχωροῦσιν.’ ἠρόμην οὖν πρῶτον, εἰ κατὰ τὸν τῶν ποιητῶν λόγον ἔτυχε τάφου. ‘κεῖμαι μέν,’ εἶπενὡς ἔμοιγε ἥδιστον καὶ Πατρόκλῳ ἐγένετο, ξυνέβημεν γὰρ δὴ κομιδῇ νέοι, ξυνέχει δὲ ἄμφω χρυσοῦς ἀμφορεὺς κειμένους, ὡς ἕνα. Μουσῶν δὲ θρῆνοι καὶ Νηρηίδων, οὓς ἐπ᾽ ἐμοὶ γενέσθαι φασί, Μοῦσαι μὲν οὐδ᾽ ἀφίκοντό ποτε ἐνταῦθα, Νηρηίδες δὲ ἔτι φοιτῶσι.’ μετὰ ταῦτα δὲ ἠρόμην, εἰ Πολυξένη ἐπισφαγείη αὐτῷ, δὲ ἀληθὲς μὲν ἔφη τοῦτο εἶναι, σφαγῆναι δὲ αὐτὴν οὐχ ὑπὸ τῶν Ἀχαιῶν, ἀλλ᾽ ἑκοῦσαν ἐπὶ τὸ σῆμα ἐλθοῦσαν καὶ τὸν ἑαυτῆς τε κἀκείνου ἔρωτα μεγάλων ἀξιῶσαι προσπεσοῦσαν ξίφει ὀρθῷ. τρίτον ἠρόμην: Ἑλένη, Ἀχιλλεῦ, ἐς Τροίαν ἦλθεν Ὁμήρῳ ἔδοξεν ὑποθέσθαι ταῦτα;’ ‘πολὺνἔφηχρόνον ἐξηπατώμεθα πρεσβευόμενοί τε παρὰ τοὺς Τρῶας καὶ ποιούμενοι τὰς ὑπὲρ αὐτῆς μάχας, ὡς ἐν τῷ Ἰλίῳ οὔσης, δ᾽ Αἴγυπτὸν τε ᾤκει καὶ τὸν Πρωτέως οἶκον ἁρπασθεῖσα ὑπὸ τοῦ Πάριδος. ἐπεὶ δὲ ἐπιστεύθη τοῦτο, ὑπὲρ αὐτῆς τῆς Τροίας λοιπὸν ἐμαχόμεθα, ὡς μὴ αἰσχρῶς ἀπέλθοιμεν.’ ἡψάμην καὶ τετάρτης ἐρωτήσεως καὶ θαυμάζειν ἔφην, εἰ τοσούσδε ὁμοῦ καὶ τοιούσδε ἄνδρας Ἑλλὰς ἤνεγκεν, ὁπόσους Ὅμηρος ἐπὶ τὴν Τροίαν ξυντάττει. δὲ Ἀχιλλεὺςοὐδὲ οἱ βάρβαροιἔφη [p. 137]πολὺ ἡμῶν ἐλείποντο, οὕτως γῆ πᾶσα ἀρετῆς ἤνθησε.’ πέμπτον δ᾽ ἠρόμην: τί παθὼν Ὅμηρος τὸν Παλαμήδην οὐκ οἶδεν, οἶδε μέν, ἐξαιρεῖ δὲ τοῦ περὶ ὑμῶν λόγου; ‘εἰ Παλαμήδηςεἶπενἐς Τροίαν οὐκ ἦλθεν, οὐδὲ Τροία ἐγένετο: ἐπεὶ δὲ ἀνὴρ σοφώτατός τε καὶ μαχιμώτατος ἀπέθανεν, ὡς Ὀδυσσεῖ ἔδοξεν, οὐκ ἐσάγεται αὐτὸν ἐς τὰ ποιήματα Ὅμηρος, ὡς μὴ τὰ ὀνείδη τοῦ Ὀδυσσέως ᾄδοι.’ καὶ ἐπολοφυράμενος αὐτῷ Ἀχιλλεὺς ὡς μεγίστῳ τε καὶ καλλίστῳ νεωτάτῳ τε καὶ πολεμικωτάτῳ σωφροσύνῃ τε ὑπερβαλομένῳ πάντας καὶ πολλὰ ξυμβαλομένῳ ταῖς Μούσαιςἀλλὰ σύ,’ ἔφηἈπολλώνιε, σοφοῖς γὰρ πρὸς σοφοὺς ἐπιτήδεια, τοῦ τε τάφου ἐπιμελήθητι καὶ τὸ ἄγαλμα τοῦ Παλαμήδους ἀνάλαβε φαύλως ἐρριμμένον: κεῖται δὲ ἐν τῇ Αἰολίδι κατὰ Μήθυμναν τὴν ἐν Λέσβῳ.’ ταῦτα εἰπὼν καὶ ἐπὶ πᾶσι τὰ περὶ τὸν νεανίαν τὸν ἐκ Πάρου ἀπῆλθε ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: