previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ ὑπὸ τὰς ὑπωρείας τε καὶ τοὺς λόφους ἵενται μὲν ἐς τὰ πεδία ἐπὶ θήρᾳ, πλεονεκτοῦσι δὲ τῶν ἑλείων πάντα, καὶ γὰρ ἐς πλέον τοῦ μήκους ἐλαύνουσι καὶ ταχύτεροι τῶν ὀξυτάτων ποταμῶν φέρονται καὶ διαφεύγει αὐτοὺς οὐδέν: τούτοις καὶ λοφιὰ φύεται νέοις μὲν ὑπανίσχουσα τὸ μέτριον, τελειουμένοις δὲ συναυξανομένη τε καὶ συνανιοῦσα ἐς πολύ, ὅτε δὴ πυρσοί τε καὶ πριόνωτοι γίγνονται. οὗτοι καὶ γενειάσκουσι [p. 89] καὶ τὸν αὐχένα ὑψοῦ αἴρουσι καὶ τὴν φολίδα στίλβουσι δίκην ἀργύρου, αἱ δὲ τῶν ὀφθαλμῶν κόραι λίθος ἐστὶ διάπυρος, ἰσχὺν δ᾽ αὐτῶν ἀμήχανον εἶναί φασιν ἐς πολλὰ τῶν ἀποθέτων. γίγνεται δὲ τοῖς θηρῶσιν πεδινὸς εὕρημα, ἐπειδὰν τῶν ἐλεφάντων τινὰ ἐπισπάσηται, τουτὶ γὰρ ἀπόλλυσιν ἄμφω τὰ θηρία. καὶ κέρδος τοῖς ἑλοῦσι δράκοντας ὀφθαλμοί τε γίγνονται καὶ δορὰ καὶ ὀδόντες. εἰσὶ δὲ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς τῶν μεγίστων συῶν, λεπτότεροι δὲ καὶ διάστροφοι καὶ τὴν αἰχμὴν ἄτριπτοι, καθάπερ οἱ τῶν μεγάλων ἰχθύων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: