Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐνταῦθα ἥκων τὰς μὲν καμήλους ἀπέπεμψε τῷ Ἰάρχᾳ μετ᾽ ἐπιστολῆς: [p. 122] ‘Ἀπολλώνιος Ἰάρχᾳ καὶ ῾τοῖσ᾽ ἑτέροις σοφοῖς χαίρειν. ἀφικομένῳ μοι πεζῇ πρὸς ὑμᾶς δεδώκατε τὴν θάλατταν, ἀλλὰ καὶ σοφίας τῆς ἐν ὑμῖν κοινωνήσαντες δεδώκατε καὶ διὰ τοῦ οὐρανοῦ πορεύεσθαι. μεμνήσομαι τούτων καὶ πρὸς Ἕλληνας κοινωνήσω τε λόγων ὡς παροῦσιν ὑμῖν, εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου. ἔρρωσθε ἀγαθοὶ φιλόσοφοι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.