previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὑπεράραντες δὲ τοῦ ὄρους πεδίον ἰδεῖν φασι λεῖον κατατετμημένον ἐς τάφρους πλήρεις ὕδατος. εἶναι δὲ αὐτῶν τὰς μὲν ἐπικαρσίους, τὰς δὲ ὀρθάς, διηγμένας ἐκ τοῦ ποταμοῦ τοῦ Γάγγου τῆς τε χώρας ὅρια οὔσας τοῖς τε πεδίοις ἐπαγομένας, ὁπότε γῆ διψῴη. τὴν δὲ γῆν ταύτην ἀρίστην φασὶ τῆς Ἰνδικῆς εἶναι καὶ μεγίστην τῶν ἐκεῖ λήξεων, πεντεκαίδεκα ἡμερῶν ὁδοῦ μῆκος ἐπὶ τὸν Γάγγην, ὀκτωκαίδεκα δὲ ἀπὸ θαλάσσης ἐπὶ τὸ τῶν πιθήκων ὄρος, ξυμπαρατείνει. πεδιὰς πᾶσα χώρα μέλαινά τε καὶ πάντων εὔφορος. ἰδεῖν μὲν γὰρ ἐν αὐτῇ στάχυας ἀνεστῶτας, ὅσον οἱ δόνακες, ἰδεῖν δὲ κυάμους τριπλασίους τῶν Αἰγυπτίων τὸ μέγεθος σήσαμόν τε καὶ κέγχρον ὑπερφυᾶ πάντα. ἐνταῦθα καὶ τὰ κάρυα φύεσθαί φασιν, ὧν πολλὰ πρὸς ἱεροῖς ἀνακεῖσθαι τοῖς δεῦρο θαύματος ἕνεκα. τὰς δὲ ἀμπέλους φύεσθαι μὲν μικράς, καθάπερ αἱ Λυδῶν τε καὶ Μαιόνων, ποτίμους δὲ εἶναι καὶ ἀνθοσμίας ὁμοῦ τῷ ἀποτρυγᾶν. [p. 88] ἐνταῦθα καὶ δένδρῳ φασὶν ἐντετυχηκέναι προσεοικότι τῇ δάφνῃ, φύεσθαι δὲ αὐτοῦ κάλυκα εἰκασμένην τῇ μεγίστῃ ῥόᾳ, καὶ μῆλον ἐγκεῖσθαι τῇ κάλυκι κυάνεον μέν, ὥσπερ τῶν ὑακίνθων αἱ κάλυκες, πάντων δὲ ἥδιστον, ὁπόσα ἐξ ὡρῶν ἥκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: