previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ μέντοι τῆς ψήφου τῆς ἐπισπωμένης τε καὶ ξυνδούσης ἑαυτῇ λίθους ἑτέρας οὐ χρὴ ἀπιστεῖν: ἔστι γάρ σοι καὶ ἰδεῖν τὴν λίθον καὶ θαυμάσαι τὰ ἐν αὐτῇ πάντα. γίγνεται μὲν γὰρ μεγίστη κατὰ ὄνυχα δακτύλου τούτου,’ δείξας τὸν ἑαυτοῦ ἀντίχειρακυίσκεται δὲ ἐν γῇ κοίλῃ βάθος ὀργυιαὶ τέτταρες, τοσοῦτον δὲ αὐτῇ περίεστι τοῦ πνεύματος, ὡς ὑποιδεῖν τὴν γῆν καὶ κατὰ πολλὰ ῥήγνυσθαι κυισκομένης ἐν αὐτῇ τῆς λίθου. μαστεῦσαι δὲ αὐτὴν οὐδενὶ ἔξεστιν, ἀποδιδράσκει γάρ, εἰ μὴ μετὰ λόγου ἀνασπῷτο ἀλλ᾽ ἡμεῖς μόνοι τὰ μὲν δράσαντες, τὰ δὲ εἰπόντες ἀναιρούμεθα τὴν παντάρβην: ὄνομα γὰρ αὐτῇ τοῦτο. νύκτωρ μὲν οὖν ἡμέραν ἀναφαίνει, καθάπερ τὸ πῦρ, ἔστι γὰρ πυρσὴ καὶ ἀκτινώδης, εἰ δὲ μεθ᾽ ἡμέραν ὁρῷτο, βάλλει τοὺς ὀφθαλμοὺς μαρμαρυγαῖς μυρίαις. τὸ δὲ ἐν αὐτῇ φῶς πνεῦμά ἐστιν ἀρρήτου ἰσχύος, πᾶν γὰρ τὸ ἐγγὺς ἐσποιεῖ αὑτῇ. τί λέγω τὸ ἐγγύς; ἔστι σοι λίθους, ὁπόσας βούλει, καταποντῶσαί ποι τῶν ποταμῶν τῆς θαλάττης καὶ μηδὲ ἐγγὺς ἀλλήλων, ἀλλὰ σποράδας καὶ ὡς ἔτυχεν, [p. 120] δὲ ἐς αὐτὰς καθιμηθεῖσα ξυλλέγεται πάσας τῇ τοῦ πνεύματος διαδόσει καὶ ὑποκείσονται αὐτῇ βοτρυδὸν αἱ λίθοι, καθάπερ σμῆνος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: