previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ προγνώσεως λόγου αὐτοῖς ποτε ὄντος καὶ τοῦ Ἀπολλωνίου προσκειμένου τῇ σοφίᾳ ταύτῃ καὶ τὰς πλείους τῶν διαλέξεων ἐς τοῦτο ξυντείνοντος, ἐπαινῶν [p. 117] αὐτὸν Ἰάρχαςοἱ μαντικῇἔφηχαίροντες, χρηστὲ Ἀπολλώνιε, θεῖοί τε ὑπ᾽ αὐτῆς γίγνονται καὶ πρὸς σωτηρίαν ἀνθρώπων πράττουσι. τὸ γάρ, χρὴ ἐς θεοῦ ἀφικόμενον εὑρέσθαι, ταῦτα αὖ, χρηστέ, ἐφ᾽ ἑαυτοῦ προιδέσθαι προειπεῖν τε ἑτέροις, μήπω ἴσασι, πανολβίου τινὸς ἡγοῦμαι καὶ ταὐτὸν ἰσχύοντος τῷ Ἀπόλλωνι τῷ Δελφικῷ. ἐπεὶ δὲ τέχνη τοὺς ἐς θεοῦ φοιτῶντας ἐπὶ τῷ χρήσασθαι καθαροὺς κελεύει βαδίζοντας φοιτᾶν, ἔξιθι τοῦ νεὼπρὸς αὐτοὺς ἐρεῖ, δοκεῖ μοι καὶ τὸν προγνωσόμενον ἄνδρα ὑγιῶς ἑαυτοῦ ἔχειν καὶ μήτε κηλῖδα προσμεμάχθαι τῇ ψυχῇ μηδεμίαν μήτε οὐλὰς ἁμαρτημάτων ἐντετυπῶσθαι τῇ γνώμῃ, καθαρῶς δὲ αὐτὸν προφητεύειν ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος συνιέντα. γεγωνότερον γὰρ οὕτω καὶ ἀληθέστερον τὰ λόγια ἐκδώσει: ὅθεν οὐ χρὴ θαυμάζειν, εἰ καὶ σὺ τὴν ἐπιστήμην ξυνείληφας τοσοῦτον ἐν τῇ ψυχῇ φέρων αἰθέρα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: