Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ μὴν καὶ χωλεύων τις ἀφίκετο γεγονὼς μὲν ἤδη τριάκοντα ἔτη, λεόντων δὲ θηρατὴς δεινός, ἐμπεπτωκότος δὲ αὐτῷ λέοντος ὠλισθήκει τὸν γλουτὸν καὶ τοῦ σκέλους ἑτέρως εἶχεν. ἀλλ᾽ αἱ χεῖρες αὐτῷ καταψῶσαι τὸν γλουτὸν ἐς ὀρθὸν τοῦ βαδίσματος ὁ νεανίας ἦλθε. καὶ ὀφθαλμὼ δέ τις ἐρρυηκὼς ἀπῆλθε πᾶν ἔχων τὸ ἐν αὐτοῖς φῶς, καὶ ἄλλος τὴν χεῖρα ἀδρανὴς ὢν ἐγκρατὴς ᾤχετο. γυνὴ δέ τις ἑπτὰ ἤδη γαστέρας δυστοκοῦσα δεομένου ὑπὲρ αὐτῆς τἀνδρὸς ὧδε ἰάθη: τὸν ἄνδρα ἐκέλευσεν, ἐπειδὰν τίκτῃ ἡ γυνή, λαγὼν ὑπὸ κόλπῳ ζῶντα ἐσφέρεσθαι οὗ τίκτει, καὶ περιελθόντα αὐτὴν ἀφεῖναι ὁμοῦ τὸν λαγών, συνεκδοθῆναι γὰρ ἂν τῷ ἐμβρύῳ τὴν μήτραν, εἰ μὴ ὁ λαγὼς αὐτίκα ἐξενεχθείη θύραζε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.