previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ παράδειγμα μὲν οὐκ οἶδ᾽ τι ἀρκέσει τῷ λόγῳ μεγίστῳ τε ὄντι καὶ πρόσω ἐννοίας, ὑποκείσθω δὲ ναῦς, οἵαν Αἰγύπτιοι ξυντιθέντες ἐς τὴν θάλατταν τὴν ἡμεδαπὴν ἀφιᾶσιν ἀγωγίμων Ἰνδικῶν ἀντιδιδόντες Αἰγύπτια, θεσμοῦ γὰρ παλαιοῦ περὶ τὴν Ἐρυθρὰν ὄντος, ὃν βασιλεὺς Ἐρύθρας ἐνόμισεν, ὅτε τῆς θαλάττης ἐκείνης ἦρχε, μακρῷ μὲν πλοίῳ μὴ ἐσπλεῖν ἐς αὐτὴν Αἰγυπτίους, στρογγύλῃ δ᾽ αὖ μιᾷ νηὶ χρῆσθαι, σοφίζονται πλοῖον Αἰγύπτιοι πρὸς πολλὰ τῶν παρ᾽ ἑτέροις καὶ παραπλευρώσαντες αὐτὸ [p. 113] ἁρμονίαις, ὁπόσαι ναῦν ξυνιστᾶσι, τοίχοις τε ὑπεράραντες καὶ ἱστῷ καὶ πηξάμενοι πλείους οἰκίας, οἵας ἐπὶ τῶν σελμάτων, πολλοὶ μὲν κυβερνῆται τῆς νεὼς ταύτης ὑπὸ τῷ πρεσβυτάτῳ τε καὶ σοφωτάτῳ πλέουσι, πολλοὶ δὲ κατὰ πρῷραν ἄρχοντες ἄριστοί τε καὶ δεξιοὶ ναῦται καὶ πρὸς ἱστία πηδῶντες, ἔστι δέ τι τῆς νεὼς ταύτης καὶ ὁπλιτεῦον, πρὸς γὰρ τοὺς κολπίτας βαρβάρους, οἳ ἐν δεξιᾷ τοῦ ἔσπλου κεῖνται, παρατάττεσθαι δεῖ τὴν ναῦν, ὅτε ληίζοιντο αὐτὴν ἐπιπλέοντες. τοῦτο ἡγώμεθα καὶ περὶ τόνδε τὸν κόσμον εἶναι, θεωροῦντες αὐτὸν πρὸς τὸ τῆς ναυτιλίας σχῆμα, τὴν μὲν γὰρ δὴ πρώτην καὶ τελεωτάτην ἕδραν ἀποδοτέον θεῷ γενέτορι τοῦδε τοῦ ζῴου, τὴν δὲ ἐπ᾽ ἐκείνῃ θεοῖς, οἳ τὰ μέρη αὐτοῦ κυβερνῶσι, καὶ τῶν γε ποιητῶν ἀποδεχώμεθα, ἐπειδὰν πολλοὺς μὲν φάσκωσιν ἐν τῷ οὐρανῷ θεοὺς εἶναι, πολλοὺς δὲ ἐν θαλάττῃ, πολλοὺς δὲ ἐν πηγαῖς τε καὶ νάμασι, πολλοὺς δὲ περὶ γῆν, εἶναι δὲ καὶ ὑπὸ γῆν τινας. τὸν δὲ ὑπὸ γῆν τόπον, εἴπερ ἐστίν, ἐπειδὴ φρικώδη αὐτὸν καὶ φθαρτικὸν ᾄδουσιν, ἀποτάττωμεν τοῦ κόσμου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: