previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ κατῄει ἐς τὴν κώμην, γὰρ θεσμὸς τῶν σοφῶν οὐ ξυνεχώρει τῷ βασιλεῖ ξυνεῖναί σφισιν ὑπὲρ μίαν ἡμέραν, δὲ Ἰάρχας πρὸς τὸν ἄγγελονκαὶ Δάμινεἶπετῶν δεῦρο ἀπορρήτων ἀξιοῦμεν καὶ ἡκέτω, τῶν δὲ ἄλλων ἐπιμελοῦ ἐν τῇ κώμῃ.’ Ὡς δὲ ἀφίκετο, ξυνιζήσαντες, ὥσπερ εἰώθεσαν, ξυνεχώρουν τῷ Ἀπολλωνίῳ ἐρωτᾶν, ἤρετό τε ἐκ τίνων ξυγκεῖσθαι τὸν κόσμον ἡγοῖντο, οἱ δὲ ἔφασανἐκ στοιχείων.’ ‘μῶνἔφητεττάρων;’ ‘οὐ τεττάρων,’ ἔφη Ἰάρχαςἀλλὰ πέντε.’ ‘καὶ τί ἂνἔφηπέμπτον γένοιτο παρὰ τὸ ὕδωρ τε καὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὸ πῦρ;’ ‘ αἰθήρ,’ εἶπενὃν ἡγεῖσθαι χρὴ γένεσιν θεῶν εἶναι, τὰ μὲν γὰρ τοῦ [p. 112] ἀέρος ἕλκοντα θνητὰ πάντα, τὰ δὲ τοῦ αἰθέρος ἀθάνατά τε καὶ θεῖα.’ πάλιν ἤρετο, τί τῶν στοιχείων πρῶτον γένοιτο, δὲ Ἰάρχαςὁμοῦἔφηπάντα, τὸ γὰρ ζῷον κατὰ μέρος οὐ τίκτεται.’ ‘ζῷονἔφηἡγῶμαι τὸν κόσμον;’ ‘ἤν γεἔφηὑγιῶς γιγνώσκῃς, αὐτὸς γὰρ ζωογονεῖ πάντα.’ ‘θῆλυνεἶπεναὐτὸν καλῶμεν τῆς ἄρσενός τε καὶ ἀντικειμένης φύσεως;’ ‘ἀμφοῖν,’ ἔφηαὐτὸς γὰρ αὑτῷ ξυγγιγνόμενος τὰ μητρός τε καὶ πατρὸς ἐς τὴν ζωογονίαν πράττει ἔρωτά τε ἑαυτοῦ ἴσχει θερμότερον ἕτερόν τι ἑτέρου, ὃς ἁρμόττει αὐτὸν καὶ ξυνίστησιν: ἀπεικὸς δὲ οὐδὲν ἑαυτῷ ξυμφύεσθαι. καὶ ὥσπερ χειρῶν τε καὶ ποδῶν ἔργον πεποίηται τοῦ ζῴου κίνησις καὶ ἐν αὐτῷ νοῦς, ὑφ᾽ οὗ ὁρμᾷ, οὕτως ἡγώμεθα καὶ τὰ μέρη τοῦ κόσμου διὰ τὸν ἐκείνου νοῦν ἐπιτήδεια παρέχειν αὑτὰ τοῖς τικτομένοις τε καὶ κυουμένοις πᾶσι. καὶ γὰρ τὰ πάθη τὰ ἐξ αὐχμῶν φοιτῶντα κατὰ τὸν ἐκείνου φοιτᾷ νοῦν, ἐπειδὰν ἐκπεσοῦσα δίκη τῶν ἀνθρώπων ἀτίμως πράττῃ, ποιμαίνεταί τε χειρὶ οὐ μιᾷ τόδε τὸ ζῷον, ἀλλὰ πολλαῖς τε καὶ ἀρρήτοις, αἷς χρῆται, ἀχαλίνωτον μὲν διὰ μέγεθος, εὐήνιον δὲ κινεῖται καὶ εὐάγωγον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: