previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ προσκλιθεὶς τῷ Ἰάρχᾳτοῦτον μὲνἔφημεθύειν ἔα, σὺ δέ μοι εἰπὲ τοῦ χάριν τοὺς περὶ αὐτὸν τούτους ἀδελφόν, ὡς φατέ, καὶ υἱὸν ὄντας οὐκ ἀξιοῦτε κοινῆς τραπέζης, οὐδὲ ἄλλης τιμῆς οὐδεμιᾶς;’ ‘ὅτιἔφηβασιλεύσειν ποτὲ ἡγοῦνται, δεῖ δὲ αὐτοὺς ὑπερορωμένους παιδεύεσθαι τὸ μὴ ὑπερορᾶν.’ ὀκτωκαίδεκα δὲ ὁρῶν τοὺς σοφοὺς πάλιν τὸν Ἰάρχαν ἤρετο, τί βούλοιτο αὐτοῖς τὸ εἶναι τοσούτους; ‘οὔτε γὰρ τῶν τετραγώνων ἀριθμός, οὔτε τῶν εὐδοκιμούντων τε καὶ τιμωμένων, καθάπερ τῶν δέκα καὶ τῶν δώδεκα καὶ ἑκκαίδεκα καὶ ὁπόσοι τοιοίδε.’ ὑπολαβὼν οὖν Ἰνδὸςοὔτε ἡμεῖςἔφηἀριθμῷ δουλεύομεν οὔτε ἀριθμὸς ἡμῖν, ἀλλ᾽ ἀπὸ σοφίας τε καὶ ἀρετῆς προτιμώμεθα, καὶ ὁτὲ μὲν πλείους τῶν νῦν ὄντων ἐσμέν, ὁτὲ δὲ ἐλάττους. τόν τοι πάππον τὸν ἐμαυτοῦ ἀκούω καταλεχθῆναι μὲν ἐς ἑβδομήκοντα σοφοὺς ἄνδρας νεώτατον αὐτὸν ὄντα, προελθόντα δὲ ἐς τριάκοντα καὶ ἑκατὸν ἔτη καταλειφθῆναι μόνον ἐνταῦθα τῷ μήτ᾽ ἐκείνων τινὰ λείπεσθαι ἔτι μήτε εἶναί ποι τότε τῆς Ἰνδικῆς φιλόσοφον γενναίαν φύσιν. Αἰγυπτίων τοίνυν ἐν τοῖς εὐδαιμονεστάτοις γραψάντων αὐτόν, ἐπειδὴ μόνος [p. 108] ἐτῶν τεττάρων ἐξηγήσατο τούτου τοῦ θρόνου, παρῄνει παύσασθαι ὀνειδίζοντας Ἰνδοῖς σοφῶν ὀλιγανδρίαν. ἡμεῖς δέ, Ἀπολλώνιε, καὶ τὰ Ἠλείων πάτρια Αἰγυπτίων ἀκούοντες καὶ τοὺς Ἑλλανοδίκας, οἳ προΐστανται τῶν Ὀλυμπίων, δέκα ὄντας, οὐκ ἐπαινοῦμεν τὸν νόμον τὸν ἐπὶ τοῖς ἀνδράσι κείμενον, κλήρῳ γὰρ ξυγχωροῦσι τὴν αἵρεσιν, ὃς προνοεῖ οὐδέν, καὶ γὰρ ἂν καὶ τῶν φαυλοτέρων τις αἱρεθείη ὑπὸ τοῦ κλήρου. εἰ δέ γε ἀριστίνδην καὶ κατὰ ψῆφον ᾑροῦντο τοὺς ἄνδρας, οὐκ ἂν ἡμάρτανον; παραπλησίως: γὰρ τῶν δέκα ἀριθμὸς ἀπαραίτητος ὢν πλειόνων ὄντων ἀνδρῶν δικαίων ἀφῃρεῖτο ἂν ἐνίους τὸ ἐπὶ τούτῳ τιμᾶσθαι οὐκ ὄντων δικαίων δέκα οὐδεὶς δόξει: ὅθεν πολλῷ σοφώτερον ἐφρόνουν ἂν Ἠλεῖοι ἀριθμῷ μὲν ἄλλοτε ἄλλοι ὄντες, δικαιότητι δὲ οἱ αὐτοί.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: