previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐμφοροῦἔφηκαὶ ἴωμεν.’ ἐλθόντες οὖν ἐπὶ πηγήν τινα ὕδατος, ἥν φησιν Δάμις ἰδὼν ὕστερον ἐοικέναι τῇ ἐν Βοιωτοῖς Δίρκῃ, πρῶτα μὲν ἐγυμνώθησαν, εἶτα ἐχρίσαντο τὰς κεφαλὰς ἠλεκτρώδει φαρμάκῳ, τὸ δὲ οὕτω τι τοὺς Ἰνδοὺς ἔθαλπεν, ὡς ἀτμίζειν τὸ σῶμα καὶ τὸν ἱδρῶτα χωρεῖν ἀστακτί, καθάπερ τῶν πυρὶ λουομένων, εἶτα ἔρριψαν ἑαυτοὺς ἐς τὸ ὕδωρ καὶ λουσάμενοι ὧδε πρὸς τὸ ἱερὸν ἐβάδιζον ἐστεφανωμένοι καὶ μεστοὶ τοῦ ὕμνου. περιστάντες δὲ ἐν χοροῦ σχήματι καὶ κορυφαῖον ποιησάμενοι τὸν Ἰάρχαν ὀρθαῖς ταῖς ῥάβδοις τὴν γῆν ἔπληξαν, δὲ κυρτωθεῖσα δίκην κύματος ἀνέπεμψεν αὐτοὺς ἐς δίπηχυ τοῦ ἀέρος. οἱ δὲ ᾖδον ᾠδήν, ὁποῖος παιὰν τοῦ Σοφοκλέους, ὃν Ἀθήνησι τῷ Ἀσκληπιῷ ᾄδουσιν. ἐπεὶ δὲ ἐς τὴν γῆν κατῆραν, καλέσας Ἰάρχας τὸ μειράκιον τὸ τὴν ἄγκυραν φέρονἐπιμελήθητιἔφητῶν Ἀπολλωνίου ἑταίρων.’ δὲ πολλῷ θᾶττον οἱ ταχεῖς τῶν ὀρνίθων πορευθείς τε καὶ ἐπανελθὼνἐπιμεμέλημαιἔφη. θεραπεύσαντες οὖν τὰ πολλὰ τῶν ἱερῶν [p. 97] ἀνεπαύοντο ἐν τοῖς θάκοις, δὲ Ἰάρχας πρὸς τὸ μειράκιονἔκφερεεἶπετῷ σοφῷ Ἀπολλωνίῳ τὸν Φραώτου θρόνον, ἵν᾽ ἐπ᾽ αὐτοῦ διαλέγοιτο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: