previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὸς δὲ ἀναβῆναι μὲν κατὰ τὸ νότιον μάλιστα τοῦ ὄχθου τῷ Ἰνδῷ ἑπόμενος, ἰδεῖν δὲ πρῶτον μὲν φρέαρ ὀργυιῶν τεττάρων, οὗ τὴν αὐγὴν ἐπὶ τὸ στόμιον ἀναπέμπεσθαι κυανωτάτην οὖσαν καὶ ὁπότε μεσημβρία τοῦ ἡλίου σταίη περὶ αὐτό, ἀνιμᾶσθαι τὴν αὐγὴν ἀπὸ τῆς ἀκτῖνος καὶ χωρεῖν ἄνω παρεχομένην εἶδος θερμῆς ἴριδος. μαθεῖν δὲ ὕστερον περὶ τοῦ φρέατος, ὡς σανδαρακίνη μὲν εἴη ὑπ᾽ αὐτῷ γῆ, ἀπόρρητον δὲ τὸ ὕδωρ ἡγοῖντο καὶ οὔτε πίνοι τις αὐτὸ οὔτε ἀνασπῴη, ὅρκιον δὲ νομίζοιτο τῇ πέριξ Ἰνδικῇ πάσῃ. πλησίον δὲ τούτου κρατῆρα εἶναι πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολυβδώδη, καπνὸν δὲ οὐδένα ἀπ᾽ αὐτῆς ᾄττειν, οὐδὲ ὀσμὴν οὐδεμίαν, οὐδὲ ὑπερχυθῆναί ποτε κρατὴρ οὗτος, ἀλλ᾽ ἀναδίδοσθαι τοσοῦτος, ὡς μὴ ὑπερβλύσαι τοῦ βόθρου. ἐνταῦθα Ἰνδοὶ καθαίρονται τῶν ἀκουσίων, ὅθεν οἱ σοφοὶ τὸ μὲν φρέαρ ἐλέγχου καλοῦσι, τὸ δὲ πῦρ ξυγγνώμης. καὶ διττὼ ἑωρακέναι φασὶ πίθω λίθου μέλανος ὄμβρων τε καὶ ἀνέμων ὄντε. μὲν δὴ τῶν ὄμβρων, εἰ αὐχμῷ [p. 93] Ἰνδικὴ πιέζοιτο, ἀνοιχθεὶς νεφέλας ἀναπέμπει καὶ ὑγραίνει τὴν γῆν πᾶσαν, εἰ δὲ ὄμβροι πλεονεκτοῖεν, ἴσχει αὐτοὺς ξυγκλειόμενος, δὲ τῶν ἀνέμων πίθος ταὐτόν, οἶμαι, τῷ τοῦ Αἰόλου ἀσκῷ πράττει, παρανοιγνύντες γὰρ τὸν πίθον ἕνα τῶν ἀνέμων ἀνιᾶσιν ἐμπνεῖν ὥρᾳ κἀντεῦθεν γῆ ἔρρωται. θεῶν δὲ ἀγάλμασιν ἐντυχεῖν φασιν, εἰ μὲν Ἰνδοῖς Αἰγυπτίοις, θαῦμα οὐδέν, τὰ δέ γε ἀρχαιότατα τῶν παρ᾽ Ἕλλησι τό τε τῆς Ἀθηνᾶς τῆς Πολιάδος καὶ τὸ τοῦ Ἀπόλλωνος τοῦ Δηλίου καὶ τὸ τοῦ Διονύσου τοῦ Λιμναίου καὶ τὸ τοῦ Ἀμυκλαίου καὶ ὁπόσα ὧδε ἀρχαῖα, ταῦτα ἱδρύεσθαί τε τοὺς Ἰνδοὺς τούτους καὶ νομίζειν Ἑλληνικοῖς ἤθεσι, φασὶ δ᾽ οἰκεῖν τὰ μέσα τῆς Ἰνδικῆς. καὶ τὸν ὄχθον ὀμφαλὸν ποιοῦνται τοῦ λόφου τούτου, πῦρ τε ἐπ᾽ αὐτοῦ ὀργιάζουσιν, φασιν ἐκ τῶν τοῦ ἡλίου ἀκτίνων αὐτοὶ ἕλκειν: τούτῳ καὶ τὸν ὕμνον ἡμέραν ἅπασαν ἐς μεσημβρίαν ᾄδουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: