previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαφέρονται δὲ περὶ τοῦ Διονύσου τούτου καὶ Ἕλληνες [p. 50] Ἰνδοῖς καὶ Ἰνδοὶ ἀλλήλοις: ἡμεῖς μὲν γὰρ τὸν Θηβαῖον ἐπ᾽ Ἰνδοὺς ἐλάσαι φαμὲν στρατεύοντά τε καὶ βακχεύοντα τεκμηρίοις χρώμενοι τοῖς τε ἄλλοις καὶ τῷ Πυθοῖ ἀναθήματι, δὴ ἀπόθετον οἱ ἐκεῖ θησαυροὶ ἴσχουσιν: ἔστι δὲ ἀργύρου Ἰνδικοῦ δίσκος, ἐπιγέγραπται: ΔΙΟΝΥΣΟΣ Ο ΣΕΜΕΛΗΣ ΚΑΙ ΔΙΟΣ ΑΠΟ ΙΝΔΩΝ ΑΠΟΛΛΩΝΙ ΔΕΛΦΩΙ. Ἰνδῶν δὲ οἱ περὶ Καύκασον καὶ Κωφῆνα ποταμὸν ἐπηλύτην Ἀσσύριον αὐτόν φασιν ἐλθεῖν τὰ τοῦ Θηβαίου εἰδότα: οἱ δὲ τὴν Ἰνδοῦ τε καὶ Ὑδραώτου μέσην νεμόμενοι καὶ τὴν μετὰ ταῦτα ἤπειρον, δὴ ἐς ποταμὸν Γάγγην τελευτᾷ, Διόνυσον γενέσθαι ποταμοῦ παῖδα Ἰνδοῦ λέγουσιν, φοιτήσαντα τὸν ἐκ Θηβῶν ἐκεῖνον θύρσου τε ἅψασθαι καὶ δοῦναι ὀργίοις, εἰπόντα δέ, ὡς εἴη Διὸς καὶ τῷ τοῦ πατρὸς ἐμβιῴη μηρῷ τόκου ἕνεκα, Μηρόν τε εὑρέσθαι παρ᾽ αὐτοῦ ὄρος, προσβέβηκεν Νῦσα, καὶ τὴν Νῦσαν τῷ Διονύσῳ ἐκφυτεῦσαι ἀπάγοντα ἐκ Θηβῶν τὸ γόνυ τῆς ἀμπέλου, οὗ καὶ Ἀλέξανδρος ὀργιάσαι. οἱ δὲ τὴν Νῦσαν οἰκοῦντες οὔ φασι τὸν Ἀλέξανδρον ἀνελθεῖν ἐς τὸ ὄρος, ἀλλ᾽ ὁρμῆσαι μέν, ἐπειδὴ φιλότιμός τε ἦν καὶ ἀρχαιολογίας ἥττων, δείσαντα δὲ μὴ ἐς ἀμπέλους παρελθόντες οἱ Μακεδόνες, ἃς χρόνου ἤδη οὐχ ἑωράκεσαν, ἐς πόθον τῶν οἴκοι ἀπενεχθῶσιν ἐπιθυμίαν τινὰ οἴνου ἀναλάβωσιν εἰθισμένοι ἤδη τῷ ὕδατι, παρελάσαι τὴν Νῦσαν, εὐξάμενον τῷ Διονύσῳ καὶ θύσαντα ἐν τῇ ὑπωρείᾳ. καὶ γιγνώσκω μὲν οὐκ ἐς χάριν ταῦτα ἐνίοις γράφων, ἐπειδὴ οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες οὐδὲ ταῦτα ἐς τὸ ἀληθὲς ἀνέγραψαν, δεῖ δὲ ἀληθείας ἐμοὶ γοῦν, ἣν εἰ κἀκεῖνοι ἐπῄνεσαν, οὐκ ἂν ἀφείλοντο καὶ τοῦδε τοῦ ἐγκωμίου τὸν Ἀλέξανδρον: τοῦ γὰρ ἀνελθεῖν [p. 51] ἐς τὸ ὄρος καὶ βακχεῦσαι αὐτόν, ἐκεῖνοι λέγουσι, μεῖζον, οἶμαι, τὸ ὑπὲρ καρτερίας τοῦ στρατοῦ μηδὲ ἀναβῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: