previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀριστοποιουμένων δὲ αὐτῶν πρὸς πηγῇ ὕδατος ἐγχέας Δάμις τοῦ παρὰ τῶν Ἰνδῶν οἴνουΔιὸςἔφησωτῆρος ἥδε σοι, Ἀπολλώνιε, διὰ πολλοῦ γε πίνοντι. οὐ γὰρ, οἶμαι, παραιτήσῃ καὶ τοῦτον, ὥσπερ τὸν ἀπὸ τῶν ἀμπέλωνκαὶ ἅμα ἔσπεισεν, ἐπειδὴ τοῦ Διὸς ἐπεμνήσθη. γελάσας οὖν Ἀπολλώνιοςοὐ καὶ χρημάτωνἔφηἀπεχόμεθα, Δάμι;’ ‘νὴ Δί᾽εἶπενὡς πολλαχοῦ ἐπεδείξω.’ ‘ἆρ᾽ οὖνἔφηχρυσῆς μὲν δραχμῆς καὶ ἀργυρᾶς ἀφεξόμεθα, [p. 48] καὶ οὐχ ἡττησόμεθα τοιούτου νομίσματος καίτοι κεχηνότας ἐς αὐτὸ ὁρῶντες οὐκ ἰδιώτας μόνον, ἀλλὰ καὶ βασιλέας, εἰ δὲ χαλκοῦν τις ὡς ἀργυροῦν ὑπόχρυσόν τε καὶ κεκιβδηλευμένον ἡμῖν διδοίη, ληψόμεθα τοῦτο, ἐπεὶ μὴ ἐκεῖνό ἐστιν, οὗ οἱ πολλοὶ γλίχονται; καὶ μὴν καὶ νομίσματά ἐστιν Ἰνδοῖς ὀρειχάλκου τε καὶ χαλκοῦ μέλανος, ὧν δεῖ δήπου πάντα ὠνεῖσθαι πάντας ἥκοντας ἐς τὰ Ἰνδῶν ἤθη: τί οὖν; εἰ χρήματα ἡμῖν ὤρεγον οἱ χρηστοὶ νομάδες, ἆρ᾽ ἄν, Δάμι, παραιτούμενόν με ὁρῶν ἐνουθέτεις τε καὶ ἐδίδασκες, ὅτι χρήματα μὲν ἐκεῖνά ἐστιν, Ῥωμαῖοι χαράττουσιν Μήδων βασιλεύς, ταυτὶ δὲ ὕλη τις ἑτέρα κεκομψευμένη τοῖς Ἰνδοῖς; καὶ ταῦτα πείσας τίνα ἂν ἡγήσω με; ἆρ᾽ οὐ κίβδηλόν τε καὶ τὴν φιλοσοφίαν ἀποβεβληκότα μᾶλλον οἱ πονηροὶ στρατιῶται τὰς ἀσπίδας; καίτοι ἀσπίδος μὲν ἀποβληθείσης ἑτέρα γένοιτ᾽ ἂν τῷ ἀποβαλόντι κακίων οὐδὲν τῆς προτέρας, ὡς Ἀρχιλόχῳ δοκεῖ, φιλοσοφία δὲ πῶς ἀνακτητέα τῷ γε ἀτιμάσαντι αὐτὴν καὶ ῥίψαντι; καὶ νῦν μὲν ἂν ξυγγιγνώσκοι Διόνυσος οὐδενὸς οἴνου ἡττημένῳ, τὸν δὲ ἀπὸ τῶν φοινίκων εἰ πρὸ τοῦ ἀμπελίνου αἱροίμην, ἀχθέσεται, εὖ οἶδα, καὶ περιυβρίσθαι φήσει τὸ ἑαυτοῦ δῶρον. ἐσμὲν δὲ οὐ πόρρω τοῦ θεοῦ, καὶ γὰρ τοῦ ἡγεμόνος ἀκούεις, ὡς πλησίον Νῦσα τὸ ὄρος, ἐφ᾽ οὗ Διόνυσος πολλά, οἶμαι, καὶ θαυμαστὰ πράττει. καὶ μὴν καὶ τὸ μεθύειν, Δάμι, οὐκ ἐκ βοτρύων μόνων ἐσφοιτᾷ τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπὸ τῶν φοινίκων παραπλησίως ἐκβακχεύει: πολλοῖς γοῦν ἤδη τῶν Ἰνδῶν ἐνετύχομεν κατεσχημένοις τῷ οἴνῳ τούτῳ, καὶ οἱ μὲν ὀρχοῦνται πίπτοντες, οἱ δὲ ᾄδουσιν ὑπονυστάζοντες, ὥσπερ οἱ παρ᾽ ἡμῖν ἐκ πότου νύκτωρ τε καὶ οὐκ ἐν [p. 49] ὥρᾳ ἀναλύοντες. ὅτι δὲ οἶνον ἡγῇ καὶ τοῦτο τὸ πῶμα, δηλοῖς τῷ σπένδειν τε ἀπ᾽ αὐτοῦ τῷ Διὶ καὶ ὁπόσα ἐπὶ οἴνῳ εὔχεσθαι. καὶ εἴρηταί μοι, Δάμι, πρὸς σὲ ὑπὲρ ἐμαυτοῦ ταῦτα: οὔτε γὰρ σὲ τοῦ πίνειν ἀπάγοιμ᾽ ἂν οὔτε τοὺς ὀπαδοὺς τούτους, ξυγχωροίην δ᾽ ἂν ὑμῖν καὶ κρεῶν σιτεῖσθαι, τὸ γὰρ ἀπέχεσθαι τούτων ὑμῖν μὲν ἐς οὐδὲν ὁρῶ προβαῖνον, ἐμαυτῷ δὲ ἐς ὡμολόγηταί μοι πρὸς φιλοσοφίαν ἐκ παιδός.’ ἐδέξαντο τὸν λόγον τοῦτον οἱ περὶ τὸν Δάμιν καὶ ἠσπάσαντο εὐωχεῖσθαι, ῥᾷον ἡγούμενοι πορεύσεσθαι, ἢν ἀφθονώτερον διαιτῶνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: