previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κορυφὴν δ᾽ ὑπερβάλλοντες τοῦ ὄρους καὶ βαδίζοντες αὐτὴν, ἐπειδὴ ἀποτόμως εἶχεν, ἤρετο οὑτωσὶ τὸν Δάμιν: ‘εἰπέ μοι,’ ἔφηποῦ χθὲς ἦμεν;’ δὲἐν τῷ πεδίῳἔφη. ‘τήμερον δέ, Δάμι, ποῦ;’ ‘ἐν τῷ Καυκάσῳ,’ εἶπενεἰ μὴ ἐμαυτοῦ ἐκλέλησμαι.’ ‘πότε οὖν κάτω μᾶλλον ἦσθα;’ πάλιν ἤρετο, δὲτουτὶ μὲνἔφηοὐδὲ ἐπερωτᾶν ἄξιον: χθὲς μὲν γὰρ διὰ κοίλης τῆς γῆς ἐπορευόμεθα, τήμερον δὲ πρὸς τῷ οὐρανῷ ἐσμέν.’ ‘οἴει οὖν,’ ἔφη Δάμι, τὴν μὲν χθὲς ὁδοιπορίαν κάτω εἶναι, τὴν δὲ τήμερον ἄνω;’ ‘νὴ Δί᾽,’ εἶπενεἰ μὴ μαίνομαί γε.’ ‘τί οὖν ἡγῇἔφηπαραλλάττειν τὰς ὁδοὺς ἀλλήλων τί τήμερον πλέον εἶναί σοι τοῦ χθές;’ ‘ὅτι χθὲςἔφηἐβάδιζον οὗπερ πολλοί, σήμερον δέ, οὗπερ ὀλίγοι.’ ‘τί γάρ,’ ἔφη Δάμι, οὐ καὶ [p. 46] τὰς ἐν ἄστει λεωφόρους ἐκτρεπομένῳ βαδίζειν ἐστὶν ἐν ὀλίγοις τῶν ἀνθρώπων;’ ‘οὐ τοῦτοἔφηεἶπον, ἀλλ᾽ ὅτι χθὲς μὲν διὰ κωμῶν ἐκομιζόμεθα καὶ ἀνθρώπων, σήμερον δὲ ἀστιβές τι ἀναβαίνομεν χωρίον καὶ θεῖον, ἀκούεις γὰρ τοῦ ἡγεμόνος, ὅτι οἱ βάρβαροι θεῶν αὐτὸ ποιοῦνται οἶκονκαὶ ἅμα ἀνέβλεπεν ἐς τὴν κορυφὴν τοῦ ὄρους. δὲ ἐμβιβάζων αὐτὸν ἐς ἐξ ἀρχῆς ἠρώταἔχεις οὖν εἰπεῖν, Δάμι, τι ξυνῆκας τοῦ θείου βαδίζων ἀγχοῦ τοῦ οὐρανοῦ;’ ‘οὐδὲνἔφη. ‘καὶ μὴν ἐχρῆν γεεἶπενἐπὶ μηχανῆς τηλικαύτης καὶ θείας οὕτως ἑστηκότα περί τε τοῦ οὐρανοῦ σαφεστέρας ἤδη ἐκφέρειν δόξας περί τε τοῦ ἡλίου καὶ τῆς σελήνης, ὧν γε καὶ ῥάβδῳ ἴσως ἡγῇ ψαύσειν προσεστηκὼς τῷ οὐρανῷ τούτῳ.’ ‘ χθὲςἔφηπερὶ τοῦ θείου ἐγίγνωσκον, γιγνώσκω καὶ τήμερον καὶ οὔπω μοι ἑτέρα προσέπεσε περὶ αὐτοῦ δόξα.’ ‘οὐκοῦν,’ ἔφη Δάμι, κάτω τυγχάνεις ὢν ἔτι καὶ οὐδὲν παρὰ τοῦ ὕψους εἴληφας ἀπέχεις τε τοῦ οὐρανοῦ ὁπόσον χθές: καὶ εἰκότως σε ἠρόμην, ἐν ἀρχῇ: σὺ γὰρ ᾤου γελοίως ἐρωτᾶσθαι.’ ‘καὶ μὴνἔφηκαταβήσεσθαί γε σοφώτερος ᾤμην ἀκούων, Ἀπολλώνιε, τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀπὸ τοῦ κατὰ Ἰωνίαν Μίμαντος ἐπεσκέφθαι τὰ ἐν τῷ οὐρανῷ, Θαλῆν τε τὸν Μιλήσιον ἀπὸ τῆς προσοίκου Μυκάλης, λέγονται δὲ καὶ τῷ Παγγαίῳ ἔνιοι φροντιστηρίῳ χρήσασθαι καὶ ἕτεροι τῷ Ἄθῳ. ἐγὼ δὲ μέγιστον τούτων ἀνελθὼν ὕψος οὐδὲν σοφώτερος ἑαυτοῦ καταβήσομαι.’ ‘οὐδὲ γὰρ ἐκεῖνοι,’ ἔφηαἱ γὰρ τοιαίδε περιωπαὶ γλαυκότερον μὲν τὸν οὐρανὸν ἀποφαίνουσι καὶ μείζους τοὺς ἀστέρας καὶ τὸν ἥλιον ἀνίσχοντα ἐκ νυκτός, καὶ ποιμέσιν ἤδη καὶ αἰπόλοις ἐστὶ δῆλα, ὅπη δὲ τὸ θεῖον [p. 47] ἐπιμελεῖται τοῦ ἀνθρωπείου γένους καὶ ὅπη χαίρει ὑπ᾽ αὐτοῦ θεραπευόμενον, τί τε ἀρετὴ καὶ τι δικαιοσύνη τε καὶ σωφροσύνη, οὔτε Ἄθως ἐκδείξει τοῖς ἀνελθοῦσιν οὔτε θαυμαζόμενος ὑπὸ τῶν ποιητῶν Ὄλυμπος, εἰ μὴ διορῴη αὐτὰ ψυχή, ἥν, εἰ καθαρὰ καὶ ἀκήρατος αὐτῶν ἅπτοιτο, πολλῷ μεῖζον ἔγωγ᾽ ἂν φαίην ᾄττειν τουτουὶ τοῦ Καυκάσου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: