previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καλέσας οὖν Ἀπολλώνιος τὸν Δάμινπρὸς δεινὸν ἄνδραἔφη λόγος καὶ σφόδρα γεγυμνασμένον τοῦ διαλέγεσθαι.’ ‘ὁρῶ,’ ἔφηκαὶ τοῦτ᾽ ἴσως ἦν τὸ μελαμπύγου τυχεῖν. κἀμὲ δὲ πάνυ αἱρεῖ λόγος, ὃν εἴρηκεν: ὥρα οὖν σοι ἀφυπνίσαντι ἀποτελεῖν αὐτόν.’ ἀνακουφίσας οὖν τὴν κεφαλὴν Ἀπολλώνιοςκαὶ μὴν ὅσονἔφηπλεονεκτοῦμεν οἱ τὸ ὕδωρ πίνοντες πρὸς τὸ καθεύδειν ἥδιον, ἐγὼ δηλώσω τοῦ γε σοῦ λόγου ἐχόμενος: ὡς μὲν γὰρ τετάρακται γνώμη τοῖς μεθύουσι καὶ μανικώτερον διάκεινται, σαφῶς εἴρηκας, ὁρῶμεν γὰρ τοὺς μέθῃ κατεσχημένους διττὰς μὲν σελήνας δοκοῦντας βλέπειν, διττοὺς δὲ ἡλίους, τοὺς δὲ ἧττον πεπωκότας, κἂν πάνυ νήφωσιν, οὐδὲν μὲν τούτων ἡγουμένους, μεστοὺς δὲ εὐφροσύνης καὶ ἡδονῆς, δὴ προσπίπτει σφίσιν οὐδὲ ἐξ εὐπραγίας πολλάκις, καὶ μελετῶσι δὲ οἱ τοιοῦτοι δίκας οὐδὲ φθεγξάμενοί [p. 78] πω ἐν δικαστηρίῳ καὶ πλουτεῖν φασιν οὐδὲ δραχμῆς αὐτοῖς ἔνδον οὔσης. ταῦτα δέ, βασιλεῦ, μανικὰ πάθη: καὶ γὰρ αὐτὸ τὸ ἥδεσθαι διακινεῖ τὴν γνώμην καὶ πολλοὺς οἶδα τῶν σφόδρα ἡγουμένων εὖ πράττειν οὐδὲ καθεύδειν δυναμένους, ἀλλ᾽ ἐκπηδῶντας τοῦ ὕπνου, καὶ τοῦτ᾽ ἂν εἴη τὸ παρέχειν φροντίδας καὶ τἀγαθά. ἔστι δὲ καὶ φάρμακα ὕπνου μεμηχανημένα τοῖς ἀνθρώποις, ὧν πιόντες τε καὶ ἀλειψάμενοι καθεύδουσιν ἐκτείναντες αὑτοὺς ὥσπερ ἀποθανόντες, ὅθεν μετά τινος λήθης ἀνίστανται καὶ ἄλλοσέ ποι μᾶλλόν εἰσιν οὗπερ εἶναι δοκοῦσιν. ὅτι μὲν δὴ τὰ πινόμενα, μᾶλλον δὲ τὰ ἐπαντλούμενα τῇ ψυχῇ καὶ τῷ σώματι οὐ γνήσιον οὐδὲ οἰκεῖον ἐπεσάγεται τὸν ὕπνον, ἀλλ᾽ βαθὺν καὶ ἡμιθνῆτα βραχὺν καὶ διασπώμενον ὑπὸ τῶν ἐντρεχόντων, κἂν χρηστὰ , ξυνθήσῃ τάχα, εἰ μὴ τὸ δύσερι μᾶλλον τὸ ἐριστικὸν σπουδάζεις. οἱ δὲ ἐμοὶ ξυμπόται τὰ μὲν ὄντα ὁρῶσιν ὡς ὄντα, τὰ δὲ οὐκ ὄντα οὔτ᾽ ἀναγράφουσιν αὑτοῖς οὔθ᾽ ὑποτυποῦνται, κοῦφοί τε οὔπω ἔδοξαν, οὐδὲ μεστοὶ βλακείας οὐδὲ εὐηθείας ἱλαρώτεροι τοῦ προσήκοντος, ἀλλ᾽ ἐφεστηκότες εἰσὶ καὶ λογισμοῦ πλέῳ, παραπλήσιοι δείλης τε καὶ ὁπότε ἀγορὰ πλήθει, οὐ γὰρ νυστάζουσιν οὗτοι, κἂν πόρρω τῶν νυκτῶν σπουδάζωσιν. οὐ γὰρ ἐξωθεῖ αὐτοὺς ὕπνος ὥσπερ δεσπότης βρίσας ἐς τὸν αὐχένα δεδουλωμένον ὑπὸ τοῦ οἴνου, ἀλλ᾽ ἐλεύθεροί τε καὶ ὀρθοὶ φαίνονται, καταδαρθέντες δὲ καθαρᾷ τῇ ψυχῇ δέχονται τὸν ὕπνον οὔτε ὑπὸ τῶν εὐπραγιῶν ἀνακουφιζόμενοι αὐτοῦ οὔτε ὑπὸ κακοπραγίας τινὸς ἐκθρώσκοντες. ξύμμετρος γὰρ πρὸς ἄμφω ταῦτα ψυχὴ νήφουσα καὶ οὐδετέρου τῶν παθῶν ἥττων, ὅθεν καθεύδει ἥδιστα καὶ ἀλυπότατα μὴ ἐξισταμένη τοῦ ὕπνου.’ [p. 79]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: