previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαῦτα διαλεχθέντες, ἀνεπαύσαντο, ἐπεὶ δὲ ἡμέρα ὑπεφαίνετο, αὐτὸς βασιλεὺς ἀφίκετο ἐς τὸ δωμάτιον, ἐνεκάθευδον οἱ περὶ τὸν Ἀπολλώνιον, καὶ τὸν σκίμποδα ἐπιψηλαφήσας προσεῖπέ τε τὸν ἄνδρα, καὶ ἤρετο αὐτόν, τι ἐνθυμοῖτο, ‘οὐ γάρ που καθεύδειςεἶπενὕδωρ πίνων καὶ καταγελῶν τοῦ οἴνου.’ ‘οὐ γὰρ καθεύδειν ἡγῇἔφητοὺς τὸ ὕδωρ πίνοντας;’ ‘καθεύδειν μέν,’ ἔφηλεπτὸν δὲ ὕπνον, ὅνπερ ἄκροις αὐτῶν τοῖς ὀφθαλμοῖς ἐφιζάνειν φῶμεν, οὐ τῷ νῷ.’ ‘ἀμφοτέροιςεἶπε, ‘καὶ ἴσως τῷ νῷ μᾶλλον: εἰ γὰρ μὴ ἀτρεμήσει νοῦς, οὐδὲ ὑποδέξονται οἱ ὀφθαλμοὶ τὸν ὕπνον: οἱ γοῦν μεμηνότες οὐδὲ καθεύδειν δύνανται διὰ τὴν τοῦ νοῦ [p. 77] πήδησιν, ἀλλ᾽ ἐς ἄλλα καὶ ἄλλα ἀπιούσης τῆς ἐννοίας γοργότερόν τε ἀναβλέπουσι καὶ ἀναιδέστερον, ὥσπερ οἱ ἄυπνοι τῶν δρακόντων.’ ‘ἐπεὶ τοίνυν, βασιλεῦ,’ εἶπεσαφῶς ἡρμήνευται τὸ τοῦ ὕπνου ἔργον καὶ ἅττα δηλοῦται ῾αὐτᾦ τοῖς ἀνθρώποις, σκεψώμεθα, τί μειονεκτήσει ἐν τῷ ὕπνῳ τοῦ μεθύοντος τὸ ὕδωρ πίνων.’ ‘μὴ σοφίζου,’ ἔφη βασιλεὺςεἰ γὰρ μεθύοντα ὑποθήσῃ, οὐ καθευδήσει τοῦτο, βακχεύουσα γὰρ γνώμη στροβήσει τε αὐτὸν καὶ ταραχῆς ἐμπλήσει: δοκοῦσί τοι πάντες οἱ ἐκ μέθης καταδαρθεῖν πειρώμενοι ἀναπέμπεσθαί τε ἐς τὸν ὄροφον, καὶ αὖ ὑπόγειοι εἶναι δίνην τε ἐμπεπτωκέναι σφίσιν, οἵα δὴ περὶ τὸν Ἰξίονα λέγεται ξυμβαίνειν. οὔκουν ἀξιῶ τὸν μεθύοντα, ἀλλὰ τὸν πεπωκότα μὲν τοῦ οἴνου, νήφοντα δὲ θεωρεῖν, ὡς καθευδήσει, καὶ ὡς πολλῷ βέλτιον τοῦ ἀοίνου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: