previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὑπολαβὼν οὖν ἈπολλώνιοςἩρακλειδῶνἔφηκάθοδον ἀτεχνῶς διελήλυθας, καὶ ἐπαινετέοι οἱ θεοὶ τῆς διανοίας, ὅτι γενναίῳ ἀνδρὶ ἐπὶ τὰ ἑαυτοῦ στείχοντι ξυνήραντο τῆς καθόδου. ἀλλ᾽ ἐκεῖνό μοι περὶ τῶν σοφῶν εἰπέ: οὐ καὶ ὑπὸ Ἀλεξάνδρῳ ποτὲ ἐγένοντο οὗτοι καὶ ἀναχθέντες αὐτῷ περὶ τοῦ οὐρανοῦ ἐφιλοσόφησαν;’ ‘Ὀξυδράκαιἔφηἐκεῖνοι ἦσαν, τὸ δὲ ἔθνος τοῦτο ἐλευθεριάζει τε ἀεὶ καὶ πολεμικῶς ἐξήρτυται, σοφίαν τε μεταχειρίζεσθαί φασιν οὐδὲν χρηστὸν εἰδότες: οἱ δὲ ἀτεχνῶς σοφοὶ κεῖνται μὲν τοῦ Ὑφάσιδος καὶ τοῦ Γάγγου μέσοι, τὴν δὲ χώραν ταύτην οὐδὲ ἐπῆλθεν Ἀλέξανδρος, οὔτι που τὰ ἐν αὐτῇ δείσας, ἀλλ᾽, οἶμαι, τὰ ἱερὰ ἀπεσήμηνεν αὐτῷ. εἰ δὲ καὶ διέβη τὸν Ὕφασιν καὶ τὴν περὶ αὐτοὺς γῆν ἠδυνήθη ἑλεῖν, ἀλλὰ τήν γε τύρσιν, ἣν ἐκεῖνοι κατοικοῦσιν, οὐδ᾽ ἂν μυρίους μὲν Ἀχιλλέας, τρισμυρίους δὲ Αἴαντας ἄγων ποτὲ ἐχειρώσατο: οὐ γὰρ μάχονται τοῖς προσελθοῦσιν, ἀλλὰ διοσημίαις τε καὶ σκηπτοῖς βάλλοντες ἀποκρούονται σφᾶς ἱεροὶ καὶ θεοφιλεῖς ὄντες: τὸν γοῦν Ἡρακλέα τὸν Αἰγύπτιον καὶ τὸν Διόνυσον ξὺν ὅπλοις διαδραμόντας τὸ Ἰνδῶν ἔθνος φασὶ μέν ποτε ἐλάσαι ἐπ᾽ αὐτοὺς ἅμα μηχανάς τε παλαμήσασθαι καὶ τοῦ χωρίου ἀποπειρᾶσθαι, οἱ δὲ ἀντιπράττειν οὐδέν, ἀλλ᾽ ἀτρεμεῖν, ὡς ἐκείνοις ἐφαίνοντο, ἐπεὶ δ᾽ αὐτοὶ προσῄεσαν, πρηστῆρες αὐτοὺς ἀπεώσαντο καὶ βρονταὶ κάτω στρεφόμεναι καὶ ἐμπίπτουσαι τοῖς ὅπλοις, τήν τε ἀσπίδα χρυσῆν οὖσαν ἀποβαλεῖν ἐκεῖ [p. 76] λέγεται Ἡρακλῆς, καὶ πεποίηνται αὐτὴν ἀνάθημα οἱ σοφοὶ διά τε τὴν τοῦ Ἡρακλέους δόξαν, διά τε τὸ ἐκτύπωμα τῆς ἀσπίδος: αὐτὸς γὰρ πεποίηται Ἡρακλῆς ὁρίζων τὰ Γάδειρα καὶ τὰ ὄρη στήλας ποιούμενος τόν τε Ὠκεανὸν ἐς τὰ ἔσω ἐπισπώμενος, ὅθεν δηλοῦται μὴ τὸν Θηβαῖον Ἡρακλέα, τὸν δὲ Αἰγύπτιον ἐπὶ τὰ Γάδειρα ἐλθεῖν καὶ ὁριστὴν γενέσθαι τῆς γῆς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: