previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐγὼ μὲν πάππου βασιλέως ἐγενόμην, ὃς ἦν μοι ὁμώνυμος, πατρὸς δὲ ἰδιώτου: καταλειφθεὶς γὰρ κομιδῇ νέος ἐπίτροποι μὲν αὐτῷ ἐγένοντο δύο τῶν ξυγγενῶν κατὰ τοὺς τῶν Ἰνδῶν νόμους, ἔπραττον δὲ ὑπὲρ αὐτοῦ τὰ βασιλικὰ οὐ χρηστῶς, μὰ τὸν Ἥλιον, οὐδὲ ξυμμέτρως, ὅθεν βαρεῖς τοῖς ὑπηκόοις ἐφαίνοντο καὶ ἀρχὴ κακῶς ἤκουε. ξυστάντες οὖν ἐπ᾽ αὐτοὺς τῶν δυνατῶν τινες ἐπιτίθενταί σφισιν ἐν ἑορτῇ καὶ [p. 73] κτείνουσι τῷ Ἰνδῷ θύοντας, αὐτοί τε ἐπεσπηδήσαντες τῷ ἄρχειν ξυνέσχον τὰ κοινά. δείσαντες οὖν οἱ ξυγγενεῖς περὶ τῷ πατρὶ μήπω ἑκκαίδεκα ἔτη γεγονότι πέμπουσιν αὐτὸν ὑπὲρ τὸν Ὕφασιν παρὰ τὸν ἐκεῖ βασιλέα. πλειόνων δὲ ἐγὼ ἄρχει καὶ εὐδαίμων χώρα παρὰ πολὺ τῆς ἐνταῦθα. βουλομένου δ᾽ αὐτὸν τοῦ βασιλέως παῖδα ποιεῖσθαι, τουτὶ μὲν παρῃτήσατο φήσας μὴ φιλονεικεῖν τῇ τύχῃ ἀφῃρημένῃ αὐτὸν τὸ ἄρχειν, ἐδεήθη δ᾽ αὐτοῦ ξυγχωρῆσαί οἱ φιλοσοφῆσαι βαδίσαντι παρὰ τοὺς σοφούς, καὶ γὰρ ἂν καὶ ῥᾷον καρτερῆσαι τὰ οἴκοι κακά. βουλομένου δὲ τοῦ βασιλέως καὶ κατάγειν αὐτὸν ἐπὶ τὴν πατρῴαν ἀρχήνεἰ γνησίωςἔφηφιλοσοφοῦντα αἴσθοιο, κάταγε, εἰ δὲ μή, ἔα με οὕτως ἔχειν.’ αὐτὸς οὖν βασιλεὺς ἥκων παρὰ τοὺς σοφοὺς μεγάλων ἂν ἔφη παρ᾽ αὐτῶν τυχεῖν, εἰ τοῦ παιδὸς ἐπιμεληθεῖεν γενναίου τὴν φύσιν ἤδη ὄντος, οἱ δὲ κατιδόντες τι ἐν αὐτῷ πλέον ἠσπάσαντο προσδοῦναί οἱ τῆς αὑτῶν σοφίας καὶ προθύμως ἐπαίδευον προσκείμενον πάνυ τῷ μανθάνειν. ἑβδόμῳ δὲ ἔτει νοσῶν βασιλεύς, ὅτε δὴ καὶ ἐτελεύτα, μεταπέμπεται αὐτὸν καὶ κοινωνὸν τῆς ἀρχῆς ἀποφαίνει τῷ υἱῷ τήν τε θυγατέρα ὁμολογεῖ πρὸς ὥραν οὖσαν, δέ, ἐπειδὴ τὸν τοῦ βασιλέως υἱὸν εἶδε κολάκων καὶ οἴνου καὶ τῶν τοιούτων κακῶν ἥττω μεστόν τε ὑποψιῶν πρὸς αὐτόν, ‘σὺ μὲνἔφηταῦτ᾽ ἔχε καὶ τῆς ἀρχῆς ἁπάσης ἐμφοροῦ, καὶ γὰρ εὔηθες μηδὲ τὴν προσήκουσαν ἑαυτῷ βασιλείαν κτήσασθαι δυνηθέντα θρασέως δοκεῖν ἐπὶ τὴν μὴ προσήκουσαν ἥκειν, ἐμοὶ δὲ τὴν ἀδελφὴν δίδου, τουτὶ γὰρ μόνον ἀπόχρη μοι τῶν σῶν.’ καὶ λαβὼν τὸν γάμον ἔζη πλησίον τῶν σοφῶν ἐν κώμαις ἑπτὰ εὐδαίμοσιν, ἃς ἐπέδωκε τῇ ἀδελφῇ βασιλεὺς [p. 74] ἐς ζώνην. γίγνομαι τοίνυν ἐγὼ τοῦ γάμου τούτου καί με πατὴρ τὰ Ἑλλήνων παιδεύσας ἄγει παρὰ τοὺς σοφοὺς πρὸ ἡλικίας ἴσως, δώδεκα γάρ μοι τότε ἦν ἔτη, οἱ δὲ ἔτρεφον ἴσα καὶ ἑαυτῶν παῖδα, οὓς γὰρ ἂν ὑποδέξωνται τὴν Ἑλλήνων φωνὴν εἰδότας, ἀγαπῶσι μᾶλλον, ὡς ἐς τὸ ὁμόηθες αὐτοῖς ἤδη προσήκοντας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: