previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παρ᾽ ἡμῖν δὲ ὀλίγοι μὲν τοῦ φιλοσοφεῖν ἅπτονται, δοκιμάζονται δὲ ὧδε: χρὴ τὸν νέον, ἐπειδὰν ὀκτωκαίδεκα ἔτη γεγονὼς τύχῃ, τουτὶ δ᾽, οἶμαι, καὶ παρ᾽ ὑμῖν ἐφήβου μέτρον, ὑπὲρ τὸν Ὕφασιν ποταμὸν ἐλθεῖν παρὰ τοὺς ἄνδρας, οὓς σὺ ὥρμηκας, εἰπόντα δημοσίᾳ πρότερον ὅτι φιλοσοφήσοι, ἵν᾽ τοῖς βουλομένοις ἐξείργειν αὐτόν, εἰ μὴ καθαρὸς φοιτῴη. καθαρὸν δὲ λέγω πρῶτον μὲν τὸ ἐς πατέρα καὶ μητέρα ἧκον, μὴ περὶ αὐτοὺς ὄνειδός τι ἀναφαίνοιτο, εἶθ᾽ οἱ τούτων γονεῖς καὶ τρίτον γένος ἐς ἄνω, μὴ ὑβριστής τις ἀκρατὴς χρηματιστὴς ἄδικος. ὅταν δὲ μηδεμία οὐλὴ περὶ τούτους ἀναφαίνηται, μηδὲ στίγμα ὅλως μηδέν, αὐτὸν ἤδη διορᾶν τὸν νέον καὶ βασανίζειν, πρῶτον μέν, εἰ μνημονικός, εἶτα, εἰ [p. 72] κατὰ φύσιν αἰδήμων, ἀλλὰ μὴ πλαττόμενος τοῦτο, μὴ μεθυστικὸς μὴ λίχνος μὴ ἀλαζὼν μὴ φιλόγελως μὴ θρασὺς μὴ φιλολοίδορος, εἰ πατρὸς ὑπήκοος εἰ μητρὸς εἰ διδασκάλων εἰ παιδαγωγῶν, ἐπὶ πᾶσιν, εἰ μὴ κακὸς περὶ τὴν ἑαυτοῦ ὥραν. τὰ μὲν δὴ τῶν γειναμένων αὐτὸν καὶ οἳ ἐκείνους ἐγείναντο, ἐκ μαρτύρων ἀναλέγονται καὶ γραμμάτων, δημοσίᾳ κεῖται. ἐπειδὰν γὰρ τελευτήσῃ Ἰνδός, φοιτᾷ ἐπὶ θύρας αὐτοῦ μία ἀρχὴ τεταγμένη ὑπὸ τῶν νόμων ἀναγράφειν αὐτόν, ὡς ἐβίω, καὶ ψευσαμένῳ ψευσθέντι τῷ ἄρχοντι ἐπιτιμῶσιν οἱ νόμοι μὴ ἄρξαι αὐτὸν ἔτι ἀρχὴν μηδεμίαν, ὡς παραποιήσαντα βίον ἀνθρώπου, τὰ δὲ τῶν ἐφήβων ἐς αὐτοὺς ὁρῶντες ἀναμανθάνουσι: πολλὰ μὲν γὰρ ὀφθαλμοὶ τῶν ἀνθρωπείων ἠθῶν ἑρμηνεύουσι, πολλὰ δ᾽ ἐν ὀφρύσι καὶ παρειαῖς κεῖται γνωματεύειν τε καὶ θεωρεῖν, ἀφ᾽ ὧν σοφοί τε καὶ φυσικοὶ ἄνδρες, ὥσπερ ἐν κατόπτρῳ εἴδωλα, τοὺς νοῦς τῶν ἀνθρώπων διαθεῶνται. μεγάλων γὰρ δὴ ἀξιουμένης φιλοσοφίας ἐνταῦθα καὶ τιμὴν τούτου παρ᾽ Ἰνδοῖς ἔχοντος ἀνάγκη πᾶσα ἐκβασανίζεσθαί τε τοὺς ἐπ᾽ αὐτὴν ἰόντας ἐλέγχοις τε ὑποβεβλῆσθαι μυρίοις. ὡς μὲν δὴ ἐπὶ διδασκάλοις αὐτὸ ποιούμεθα καὶ ἐς δοκιμασίαν ἡμῖν τὸ φιλοσοφεῖν ἥκει, σαφῶς εἴρηκα, τοὐμὸν δὲ ὧδε ἔχει:’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: